ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 6
1 συνεργου̃ντες δὲ καὶ παρακαλου̃μεν μὴ εἰς κενòν τὴν χάριν του̃ θεου̃ δέξασθαι ὑμα̃ς |
2 λέγει γάρ καιρω̨̃ δεκτω̨̃ ἐπήκουσά σου καὶ ἐν ἡμέρα̨ σωτηρίας ἐβοήθησά σοι ἰδοὺ νυ̃ν καιρòς εὐπρόσδεκτος ἰδοὺ νυ̃ν ἡμέρα σωτηρίας |
3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν ἵνα μὴ μωμηθη̨̃ ἡ διακονία |
4 ἀλλ' ἐν παντὶ συνίσταντες ἑαυτοὺς ὡς θεου̃ διάκονοι ἐν ὑπομονη̨̃ πολλη̨̃ ἐν θλίψεσιν ἐν ἀνάγκαις ἐν στενοχωρίαις |
5 ἐν πληγαι̃ς ἐν φυλακαι̃ς ἐν ἀκαταστασίαις ἐν κόποις ἐν ἀγρυπνίαις ἐν νηστείαις |
6 ἐν ἁγνότητι ἐν γνώσει ἐν μακροθυμία̨ ἐν χρηστότητι ἐν πνεύματι ἁγίω̨ ἐν ἀγάπη̨ ἀνυποκρίτω̨ |
7 ἐν λόγω̨ ἀληθείας ἐν δυνάμει θεου̃ διὰ τω̃ν ὅπλων τη̃ς δικαιοσύνης τω̃ν δεξιω̃ν καὶ ἀριστερω̃ν |
8 διὰ δόξης καὶ ἀτιμίας διὰ δυσφημίας καὶ εὐφημίας ὡς πλάνοι καὶ ἀληθει̃ς |
9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι ὡς ἀποθνή̨σκοντες καὶ ἰδοὺ ζω̃μεν ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι |
10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες |
11 τò στόμα ἡμω̃ν ἀνέω̨γεν πρòς ὑμα̃ς Κορίνθιοι ἡ καρδία ἡμω̃ν πεπλάτυνται |
12 οὐ στενοχωρει̃σθε ἐν ἡμι̃ν στενοχωρει̃σθε δὲ ἐν τοι̃ς σπλάγχνοις ὑμω̃ν |
13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω πλατύνθητε καὶ ὑμει̃ς |
14 μὴ γίνεσθε ἑτεροζυγου̃ντες ἀπίστοις τίς γὰρ μετοχὴ δικαιοσύνη̨ καὶ ἀνομία̨ ἢ τίς κοινωνία φωτὶ πρòς σκότος |
15 τίς δὲ συμφώνησις Χριστου̃ πρòς Βελιάρ ἢ τίς μερὶς πιστω̨̃ μετὰ ἀπίστου |
16 τίς δὲ συγκατάθεσις ναω̨̃ θεου̃ μετὰ εἰδώλων ἡμει̃ς γὰρ ναòς θεου̃ ἐσμεν ζω̃ντος καθὼς εἰ̃πεν ὁ θεòς ὅτι ἐνοικήσω ἐν αὐτοι̃ς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτω̃ν θεός καὶ αὐτοὶ ἔσονταί μου λαός |
17 διò ἐξέλθατε ἐκ μέσου αὐτω̃ν καὶ ἀφορίσθητε λέγει κύριος καὶ ἀκαθάρτου μὴ ἅπτεσθε κἀγὼ εἰσδέξομαι ὑμα̃ς |
18 καὶ ἔσομαι ὑμι̃ν εἰς πατέρα καὶ ὑμει̃ς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας λέγει κύριος παντοκράτωρ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.