Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 21

1 καὶ ἐγένετο λιμὸς ἐν ται̃ς ἡμέραις Δαυιδ τρία ἔτη ἐνιαυτὸς ἐχόμενος ἐνιαυτου̃ καὶ ἐζήτησεν Δαυιδ τὸ πρόσωπον του̃ κυρίου καὶ εἰ̃πεν κύριος ἐπὶ Σαουλ καὶ ἐπὶ τὸν οἰ̃κον αὐτου̃ ἀδικία διὰ τὸ αὐτὸν θανάτω̨ αἱμάτων περὶ οὑ̃ ἐθανάτωσεν τοὺς Γαβαωνίτας
2 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυιδ τοὺς Γαβαωνίτας καὶ εἰ̃πεν πρὸς αὐτούς καὶ οἱ Γαβαωνι̃ται οὐχ υἱοὶ Ισραηλ εἰσίν ὅτι ἀλλ' ἢ ἐκ του̃ λείμματος του̃ Αμορραίου καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν αὐτοι̃ς καὶ ἐζήτησεν Σαουλ πατάξαι αὐτοὺς ἐν τω̨̃ ζηλω̃σαι αὐτὸν τοὺς υἱοὺς Ισραηλ καὶ Ιουδα
3 καὶ εἰ̃πεν Δαυιδ πρὸς τοὺς Γαβαωνίτας τί ποιήσω ὑμι̃ν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου
4 καὶ εἰ̃παν αὐτω̨̃ οἱ Γαβαωνι̃ται οὐκ ἔστιν ἡμι̃ν ἀργύριον καὶ χρυσίον μετὰ Σαουλ καὶ μετὰ του̃ οἴκου αὐτου̃ καὶ οὐκ ἔστιν ἡμι̃ν ἀνὴρ θανατω̃σαι ἐν Ισραηλ καὶ εἰ̃πεν τί ὑμει̃ς λέγετε καὶ ποιήσω ὑμι̃ν
5 καὶ εἰ̃παν πρὸς τὸν βασιλέα ὁ ἀνὴρ συνετέλεσεν ἐφ' ἡμα̃ς καὶ ἐδίωξεν ἡμα̃ς ὃς παρελογίσατο ἐξολεθρευ̃σαι ἡμα̃ς ἀφανίσωμεν αὐτὸν του̃ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίω̨ Ισραηλ
6 δότω ἡμι̃ν ἑπτὰ ἄνδρας ἐκ τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἐξηλιάσωμεν αὐτοὺς τω̨̃ κυρίω̨ ἐν Γαβαων Σαουλ ἐκλεκτοὺς κυρίου καὶ εἰ̃πεν ὁ βασιλεύς ἐγὼ δώσω
7 καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθε υἱὸν Ιωναθαν υἱου̃ Σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτω̃ν ἀνὰ μέσον Δαυιδ καὶ ἀνὰ μέσον Ιωναθαν υἱου̃ Σαουλ
8 καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφα θυγατρὸς Αια οὓς ἔτεκεν τω̨̃ Σαουλ τὸν Ερμωνι καὶ τὸν Μεμφιβοσθε καὶ τοὺς πέντε υἱοὺς Μιχολ θυγατρὸς Σαουλ οὓς ἔτεκεν τω̨̃ Εσριηλ υἱω̨̃ Βερζελλι τω̨̃ Μοουλαθι
9 καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τω̃ν Γαβαωνιτω̃ν καὶ ἐξηλίασαν αὐτοὺς ἐν τω̨̃ ὄρει ἔναντι κυρίου καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμου̃ ἐν πρώτοις ἐν ἀρχη̨̃ θερισμου̃ κριθω̃ν
10 καὶ ἔλαβεν Ρεσφα θυγάτηρ Αια τὸν σάκκον καὶ ἔπηξεν αὑτη̨̃ πρὸς τὴν πέτραν ἐν ἀρχη̨̃ θερισμου̃ κριθω̃ν ἕως ἔσταξεν ἐπ' αὐτοὺς ὕδωρ ἐκ του̃ οὐρανου̃ καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ του̃ οὐρανου̃ καταπαυ̃σαι ἐπ' αὐτοὺς ἡμέρας καὶ τὰ θηρία του̃ ἀγρου̃ νυκτός
11 καὶ ἀπηγγέλη τω̨̃ Δαυιδ ὅσα ἐποίησεν Ρεσφα θυγάτηρ Αια παλλακὴ Σαουλ καὶ ἐξελύθησαν καὶ κατέλαβεν αὐτοὺς Δαν υἱὸς Ιωα ἐκ τω̃ν ἀπογόνων τω̃ν γιγάντων
12 καὶ ἐπορεύθη Δαυιδ καὶ ἔλαβεν τὰ ὀστα̃ Σαουλ καὶ τὰ ὀστα̃ Ιωναθαν του̃ υἱου̃ αὐτου̃ παρὰ τω̃ν ἀνδρω̃ν υἱω̃ν Ιαβις Γαλααδ οἳ ἔκλεψαν αὐτοὺς ἐκ τη̃ς πλατείας Βαιθσαν ὅτι ἔστησαν αὐτοὺς ἐκει̃ οἱ ἀλλόφυλοι ἐν ἡμέρα̨ ἡ̨̃ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαουλ ἐν Γελβουε
13 καὶ ἀνήνεγκεν ἐκει̃θεν τὰ ὀστα̃ Σαουλ καὶ τὰ ὀστα̃ Ιωναθαν του̃ υἱου̃ αὐτου̃ καὶ συνήγαγεν τὰ ὀστα̃ τω̃ν ἐξηλιασμένων
14 καὶ ἔθαψαν τὰ ὀστα̃ Σαουλ καὶ τὰ ὀστα̃ Ιωναθαν του̃ υἱου̃ αὐτου̃ καὶ τω̃ν ἡλιασθέντων ἐν γη̨̃ Βενιαμιν ἐν τη̨̃ πλευρα̨̃ ἐν τω̨̃ τάφω̨ Κις του̃ πατρὸς αὐτου̃ καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς καὶ ἐπήκουσεν ὁ θεὸς τη̨̃ γη̨̃ μετὰ ταυ̃τα
15 καὶ ἐγενήθη ἔτι πόλεμος τοι̃ς ἀλλοφύλοις μετὰ Ισραηλ καὶ κατέβη Δαυιδ καὶ οἱ παι̃δες αὐτου̃ μετ' αὐτου̃ καὶ ἐπολέμησαν μετὰ τω̃ν ἀλλοφύλων καὶ ἐξελύθη Δαυιδ
16 καὶ Ιεσβι ὃς ἠ̃ν ἐν τοι̃ς ἐκγόνοις του̃ Ραφα καὶ ὁ σταθμὸς του̃ δόρατος αὐτου̃ τριακοσίων σίκλων ὁλκὴ χαλκου̃ καὶ αὐτὸς περιεζωσμένος κορύνην καὶ διενοει̃το πατάξαι τὸν Δαυιδ
17 καὶ ἐβοήθησεν αὐτω̨̃ Αβεσσα υἱὸς Σαρουιας καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν τότε ὤμοσαν οἱ ἄνδρες Δαυιδ λέγοντες οὐκ ἐξελεύση̨ ἔτι μεθ' ἡμω̃ν εἰς πόλεμον καὶ οὐ μὴ σβέση̨ς τὸν λύχνον Ισραηλ
18 καὶ ἐγενήθη μετὰ ταυ̃τα ἔτι πόλεμος ἐν Γεθ μετὰ τω̃ν ἀλλοφύλων τότε ἐπάταξεν Σεβοχα ὁ Αστατωθι τὸν Σεφ τὸν ἐν τοι̃ς ἐκγόνοις του̃ Ραφα
19 καὶ ἐγένετο ὁ πόλεμος ἐν Γοβ μετὰ τω̃ν ἀλλοφύλων καὶ ἐπάταξεν Ελεαναν υἱὸς Αριωργιμ ὁ Βαιθλεεμίτης τὸν Γολιαθ τὸν Γεθθαι̃ον καὶ τὸ ξύλον του̃ δόρατος αὐτου̃ ὡς ἀντίον ὑφαινόντων
20 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ καὶ ἠ̃ν ἀνὴρ Μαδων καὶ οἱ δάκτυλοι τω̃ν χειρω̃ν αὐτου̃ καὶ οἱ δάκτυλοι τω̃ν ποδω̃ν αὐτου̃ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες ἀριθμω̨̃ καί γε αὐτὸς ἐτέχθη τω̨̃ Ραφα
21 καὶ ὠνείδισεν τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σεμεϊ ἀδελφου̃ Δαυιδ
22 οἱ τέσσαρες οὑ̃τοι ἐτέχθησαν ἀπόγονοι τω̃ν γιγάντων ἐν Γεθ τω̨̃ Ραφα οἰ̃κος καὶ ἔπεσαν ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ τω̃ν δούλων αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).