Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 21

καὶ ἐγένετο λιμὸς ἐν ται̃ς ἡμέραις Δαυιδ τρία ἔτη ἐνιαυτὸς ἐχόμενος ἐνιαυτου̃ καὶ ἐζήτησεν Δαυιδ τὸ πρόσωπον του̃ κυρίου καὶ εἰ̃πεν κύριος ἐπὶ Σαουλ καὶ ἐπὶ τὸν οἰ̃κον αὐτου̃ ἀδικία διὰ τὸ αὐτὸν θανάτω̨ αἱμάτων περὶ οὑ̃ ἐθανάτωσεν τοὺς Γαβαωνίτας
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυιδ τοὺς Γαβαωνίτας καὶ εἰ̃πεν πρὸς αὐτούς καὶ οἱ Γαβαωνι̃ται οὐχ υἱοὶ Ισραηλ εἰσίν ὅτι ἀλλ' ἢ ἐκ του̃ λείμματος του̃ Αμορραίου καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν αὐτοι̃ς καὶ ἐζήτησεν Σαουλ πατάξαι αὐτοὺς ἐν τω̨̃ ζηλω̃σαι αὐτὸν τοὺς υἱοὺς Ισραηλ καὶ Ιουδα
καὶ εἰ̃πεν Δαυιδ πρὸς τοὺς Γαβαωνίτας τί ποιήσω ὑμι̃ν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου
καὶ εἰ̃παν αὐτω̨̃ οἱ Γαβαωνι̃ται οὐκ ἔστιν ἡμι̃ν ἀργύριον καὶ χρυσίον μετὰ Σαουλ καὶ μετὰ του̃ οἴκου αὐτου̃ καὶ οὐκ ἔστιν ἡμι̃ν ἀνὴρ θανατω̃σαι ἐν Ισραηλ καὶ εἰ̃πεν τί ὑμει̃ς λέγετε καὶ ποιήσω ὑμι̃ν
καὶ εἰ̃παν πρὸς τὸν βασιλέα ὁ ἀνὴρ συνετέλεσεν ἐφ' ἡμα̃ς καὶ ἐδίωξεν ἡμα̃ς ὃς παρελογίσατο ἐξολεθρευ̃σαι ἡμα̃ς ἀφανίσωμεν αὐτὸν του̃ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίω̨ Ισραηλ
δότω ἡμι̃ν ἑπτὰ ἄνδρας ἐκ τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἐξηλιάσωμεν αὐτοὺς τω̨̃ κυρίω̨ ἐν Γαβαων Σαουλ ἐκλεκτοὺς κυρίου καὶ εἰ̃πεν ὁ βασιλεύς ἐγὼ δώσω
καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθε υἱὸν Ιωναθαν υἱου̃ Σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτω̃ν ἀνὰ μέσον Δαυιδ καὶ ἀνὰ μέσον Ιωναθαν υἱου̃ Σαουλ
καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφα θυγατρὸς Αια οὓς ἔτεκεν τω̨̃ Σαουλ τὸν Ερμωνι καὶ τὸν Μεμφιβοσθε καὶ τοὺς πέντε υἱοὺς Μιχολ θυγατρὸς Σαουλ οὓς ἔτεκεν τω̨̃ Εσριηλ υἱω̨̃ Βερζελλι τω̨̃ Μοουλαθι
καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τω̃ν Γαβαωνιτω̃ν καὶ ἐξηλίασαν αὐτοὺς ἐν τω̨̃ ὄρει ἔναντι κυρίου καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμου̃ ἐν πρώτοις ἐν ἀρχη̨̃ θερισμου̃ κριθω̃ν
10 καὶ ἔλαβεν Ρεσφα θυγάτηρ Αια τὸν σάκκον καὶ ἔπηξεν αὑτη̨̃ πρὸς τὴν πέτραν ἐν ἀρχη̨̃ θερισμου̃ κριθω̃ν ἕως ἔσταξεν ἐπ' αὐτοὺς ὕδωρ ἐκ του̃ οὐρανου̃ καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ του̃ οὐρανου̃ καταπαυ̃σαι ἐπ' αὐτοὺς ἡμέρας καὶ τὰ θηρία του̃ ἀγρου̃ νυκτός
11 καὶ ἀπηγγέλη τω̨̃ Δαυιδ ὅσα ἐποίησεν Ρεσφα θυγάτηρ Αια παλλακὴ Σαουλ καὶ ἐξελύθησαν καὶ κατέλαβεν αὐτοὺς Δαν υἱὸς Ιωα ἐκ τω̃ν ἀπογόνων τω̃ν γιγάντων
12 καὶ ἐπορεύθη Δαυιδ καὶ ἔλαβεν τὰ ὀστα̃ Σαουλ καὶ τὰ ὀστα̃ Ιωναθαν του̃ υἱου̃ αὐτου̃ παρὰ τω̃ν ἀνδρω̃ν υἱω̃ν Ιαβις Γαλααδ οἳ ἔκλεψαν αὐτοὺς ἐκ τη̃ς πλατείας Βαιθσαν ὅτι ἔστησαν αὐτοὺς ἐκει̃ οἱ ἀλλόφυλοι ἐν ἡμέρα̨ ἡ̨̃ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαουλ ἐν Γελβουε
13 καὶ ἀνήνεγκεν ἐκει̃θεν τὰ ὀστα̃ Σαουλ καὶ τὰ ὀστα̃ Ιωναθαν του̃ υἱου̃ αὐτου̃ καὶ συνήγαγεν τὰ ὀστα̃ τω̃ν ἐξηλιασμένων
14 καὶ ἔθαψαν τὰ ὀστα̃ Σαουλ καὶ τὰ ὀστα̃ Ιωναθαν του̃ υἱου̃ αὐτου̃ καὶ τω̃ν ἡλιασθέντων ἐν γη̨̃ Βενιαμιν ἐν τη̨̃ πλευρα̨̃ ἐν τω̨̃ τάφω̨ Κις του̃ πατρὸς αὐτου̃ καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς καὶ ἐπήκουσεν ὁ θεὸς τη̨̃ γη̨̃ μετὰ ταυ̃τα
15 καὶ ἐγενήθη ἔτι πόλεμος τοι̃ς ἀλλοφύλοις μετὰ Ισραηλ καὶ κατέβη Δαυιδ καὶ οἱ παι̃δες αὐτου̃ μετ' αὐτου̃ καὶ ἐπολέμησαν μετὰ τω̃ν ἀλλοφύλων καὶ ἐξελύθη Δαυιδ
16 καὶ Ιεσβι ὃς ἠ̃ν ἐν τοι̃ς ἐκγόνοις του̃ Ραφα καὶ ὁ σταθμὸς του̃ δόρατος αὐτου̃ τριακοσίων σίκλων ὁλκὴ χαλκου̃ καὶ αὐτὸς περιεζωσμένος κορύνην καὶ διενοει̃το πατάξαι τὸν Δαυιδ
17 καὶ ἐβοήθησεν αὐτω̨̃ Αβεσσα υἱὸς Σαρουιας καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν τότε ὤμοσαν οἱ ἄνδρες Δαυιδ λέγοντες οὐκ ἐξελεύση̨ ἔτι μεθ' ἡμω̃ν εἰς πόλεμον καὶ οὐ μὴ σβέση̨ς τὸν λύχνον Ισραηλ
18 καὶ ἐγενήθη μετὰ ταυ̃τα ἔτι πόλεμος ἐν Γεθ μετὰ τω̃ν ἀλλοφύλων τότε ἐπάταξεν Σεβοχα ὁ Αστατωθι τὸν Σεφ τὸν ἐν τοι̃ς ἐκγόνοις του̃ Ραφα
19 καὶ ἐγένετο ὁ πόλεμος ἐν Γοβ μετὰ τω̃ν ἀλλοφύλων καὶ ἐπάταξεν Ελεαναν υἱὸς Αριωργιμ ὁ Βαιθλεεμίτης τὸν Γολιαθ τὸν Γεθθαι̃ον καὶ τὸ ξύλον του̃ δόρατος αὐτου̃ ὡς ἀντίον ὑφαινόντων
20 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ καὶ ἠ̃ν ἀνὴρ Μαδων καὶ οἱ δάκτυλοι τω̃ν χειρω̃ν αὐτου̃ καὶ οἱ δάκτυλοι τω̃ν ποδω̃ν αὐτου̃ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες ἀριθμω̨̃ καί γε αὐτὸς ἐτέχθη τω̨̃ Ραφα
21 καὶ ὠνείδισεν τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σεμεϊ ἀδελφου̃ Δαυιδ
22 οἱ τέσσαρες οὑ̃τοι ἐτέχθησαν ἀπόγονοι τω̃ν γιγάντων ἐν Γεθ τω̨̃ Ραφα οἰ̃κος καὶ ἔπεσαν ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ τω̃ν δούλων αὐτου̃

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 22

καὶ ἐλάλησεν Δαυιδ τω̨̃ κυρίω̨ τοὺς λόγους τη̃ς ὠ̨δη̃ς ταύτης ἐν ἡ̨̃ ἡμέρα̨ ἐξείλατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τω̃ν ἐχθρω̃ν αὐτου̃ καὶ ἐκ χειρὸς Σαουλ
καὶ εἰ̃πεν κύριε πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί
ὁ θεός μου φύλαξ ἔσται μου πεποιθὼς ἔσομαι ἐπ' αὐτω̨̃ ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου ἐξ ἀδίκου σώσεις με
αἰνετὸν ἐπικαλέσομαι κύριον καὶ ἐκ τω̃ν ἐχθρω̃ν μου σωθήσομαι
ὅτι περιέσχον με συντριμμοὶ θανάτου χείμαρροι ἀνομίας ἐθάμβησάν με
ὠδι̃νες θανάτου ἐκύκλωσάν με προέφθασάν με σκληρότητες θανάτου
ἐν τω̨̃ θλίβεσθαί με ἐπικαλέσομαι κύριον καὶ πρὸς τὸν θεόν μου βοήσομαι καὶ ἐπακούσεται ἐκ ναου̃ αὐτου̃ φωνη̃ς μου καὶ ἡ κραυγή μου ἐν τοι̃ς ὠσὶν αὐτου̃
καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γη̃ καὶ τὰ θεμέλια του̃ οὐρανου̃ συνεταράχθησαν καὶ ἐσπαράχθησαν ὅτι ἐθυμώθη κύριος αὐτοι̃ς
ἀνέβη καπνὸς ἐν τη̨̃ ὀργη̨̃ αὐτου̃ καὶ πυ̃ρ ἐκ στόματος αὐτου̃ κατέδεται ἄνθρακες ἐξεκαύθησαν ἀπ' αὐτου̃
10 καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ γνόφος ὑποκάτω τω̃ν ποδω̃ν αὐτου̃
11 καὶ ἐπεκάθισεν ἐπὶ Χερουβιν καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου
12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτου̃ κύκλω̨ αὐτου̃ ἡ σκηνὴ αὐτου̃ σκότος ὑδάτων ἐπάχυνεν ἐν νεφέλαις ἀέρος
13 ἀπὸ του̃ φέγγους ἐναντίον αὐτου̃ ἐξεκαύθησαν ἄνθρακες πυρός
14 ἐβρόντησεν ἐξ οὐρανου̃ κύριος καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτου̃
15 καὶ ἀπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς
16 καὶ ὤφθησαν ἀφέσεις θαλάσσης καὶ ἀπεκαλύφθη θεμέλια τη̃ς οἰκουμένης ἐν τη̨̃ ἐπιτιμήσει κυρίου ἀπὸ πνοη̃ς πνεύματος θυμου̃ αὐτου̃
17 ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με εἵλκυσέν με ἐξ ὑδάτων πολλω̃ν
18 ἐρρύσατό με ἐξ ἐχθρω̃ν μου ἰσχύος ἐκ τω̃ν μισούντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ
19 προέφθασάν με ἐν ἡμέρα̨ θλίψεώς μου καὶ ἐγένετο κύριος ἐπιστήριγμά μου
20 καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν καὶ ἐξείλατό με ὅτι εὐδόκησεν ἐν ἐμοί
21 καὶ ἀνταπέδωκέν μοι κύριος κατὰ τὴν δικαιοσύνην μου κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἀνταπέδωκέν μοι
22 ὅτι ἐφύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ του̃ θεου̃ μου
23 ὅτι πάντα τὰ κρίματα αὐτου̃ κατεναντίον μου καὶ τὰ δικαιώματα αὐτου̃ οὐκ ἀπέστην ἀπ' αὐτω̃ν
24 καὶ ἔσομαι ἄμωμος αὐτω̨̃ καὶ προφυλάξομαι ἀπὸ τη̃ς ἀνομίας μου
25 καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἐνώπιον τω̃ν ὀφθαλμω̃ν αὐτου̃
26 μετὰ ὁσίου ὁσιωθήση̨ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήση̨
27 καὶ μετὰ ἐκλεκτου̃ ἐκλεκτὸς ἔση̨ καὶ μετὰ στρεβλου̃ στρεβλωθήση̨
28 καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις
29 ὅτι σὺ ὁ λύχνος μου κύριε καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου
30 ὅτι ἐν σοὶ δραμου̃μαι μονόζωνος καὶ ἐν τω̨̃ θεω̨̃ μου ὑπερβήσομαι τει̃χος
31 ὁ ἰσχυρός ἄμωμος ἡ ὁδὸς αὐτου̃ τὸ ῥη̃μα κυρίου κραταιόν πεπυρωμένον ὑπερασπιστής ἐστιν πα̃σιν τοι̃ς πεποιθόσιν ἐπ' αὐτω̨̃
32 τίς ἰσχυρὸς πλὴν κυρίου καὶ τίς κτίστης ἔσται πλὴν του̃ θεου̃ ἡμω̃ν
33 ὁ ἰσχυρὸς ὁ κραταιω̃ν με δυνάμει καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου
34 τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστω̃ν με
35 διδάσκων χει̃ράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκου̃ν ἐν βραχίονί μου
36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με
37 εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου
38 διώξω ἐχθρούς μου καὶ ἀφανιω̃ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς
39 καὶ θλάσω αὐτούς καὶ οὐκ ἀναστήσονται καὶ πεσου̃νται ὑπὸ τοὺς πόδας μου
40 καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου
41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νω̃τον τοὺς μισου̃ντάς με καὶ ἐθανάτωσας αὐτούς
42 βοήσονται καὶ οὐκ ἔστιν βοηθός πρὸς κύριον καὶ οὐχ ὑπήκουσεν αὐτω̃ν
43 καὶ ἐλέανα αὐτοὺς ὡς χου̃ν γη̃ς ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς
44 καὶ ῥύση̨ με ἐκ μάχης λαω̃ν φυλάξεις με εἰς κεφαλὴν ἐθνω̃ν λαός ὃν οὐκ ἔγνων ἐδούλευσάν μοι
45 υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου
46 υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλου̃σιν ἐκ τω̃ν συγκλεισμω̃ν αὐτω̃ν
47 ζη̨̃ κύριος καὶ εὐλογητὸς ὁ φύλαξ μου καὶ ὑψωθήσεται ὁ θεός μου ὁ φύλαξ τη̃ς σωτηρίας μου
48 ἰσχυρὸς κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί παιδεύων λαοὺς ὑποκάτω μου
49 καὶ ἐξάγων με ἐξ ἐχθρω̃ν μου καὶ ἐκ τω̃ν ἐπεγειρομένων μοι ὑψώσεις με ἐξ ἀνδρὸς ἀδικημάτων ῥύση̨ με
50 διὰ του̃το ἐξομολογήσομαί σοι κύριε ἐν τοι̃ς ἔθνεσιν καὶ ἐν τω̨̃ ὀνόματί σου ψαλω̃
51 μεγαλύνων σωτηρίας βασιλέως αὐτου̃ καὶ ποιω̃ν ἔλεος τω̨̃ χριστω̨̃ αὐτου̃ τω̨̃ Δαυιδ καὶ τω̨̃ σπέρματι αὐτου̃ ἕως αἰω̃νος

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 23

καὶ οὑ̃τοι οἱ λόγοι Δαυιδ οἱ ἔσχατοι πιστὸς Δαυιδ υἱὸς Ιεσσαι καὶ πιστὸς ἀνήρ ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεου̃ Ιακωβ καὶ εὐπρεπει̃ς ψαλμοὶ Ισραηλ
πνευ̃μα κυρίου ἐλάλησεν ἐν ἐμοί καὶ ὁ λόγος αὐτου̃ ἐπὶ γλώσσης μου
λέγει ὁ θεὸς Ισραηλ ἐμοὶ ἐλάλησεν φύλαξ Ισραηλ παραβολὴν εἰπόν ἐν ἀνθρώπω̨ πω̃ς κραταιώσητε φόβον θεου̃
καὶ ἐν θεω̨̃ φωτὶ πρωίας ἀνατείλαι ἥλιος τὸ πρωὶ οὐ παρη̃λθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετου̃ χλόης ἀπὸ γη̃ς
οὐ γὰρ οὕτως ὁ οἰ̃κός μου μετὰ ἰσχυρου̃ διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρω̨̃ πεφυλαγμένην ὅτι πα̃σα σωτηρία μου καὶ πα̃ν θέλημα ὅτι οὐ μὴ βλαστήση̨ ὁ παράνομος
ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί ὅτι οὐ χειρὶ λημφθήσονται
καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοι̃ς καὶ πλη̃ρες σιδήρου καὶ ξύλον δόρατος καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνη̨ αὐτω̃ν
ταυ̃τα τὰ ὀνόματα τω̃ν δυνατω̃ν Δαυιδ Ιεβοσθε ὁ Χαναναι̃ος ἄρχων του̃ τρίτου ἐστίν Αδινων ὁ Ασωναι̃ος οὑ̃τος ἐσπάσατο τὴν ῥομφαίαν αὐτου̃ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ
καὶ μετ' αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτου̃ υἱὸς Σουσίτου ἐν τοι̃ς τρισὶν δυνατοι̃ς οὑ̃τος ἠ̃ν μετὰ Δαυιδ ἐν Σερραν καὶ ἐν τω̨̃ ὀνειδίσαι αὐτὸν ἐν τοι̃ς ἀλλοφύλοις συνήχθησαν ἐκει̃ εἰς πόλεμον καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ
10 αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοι̃ς ἀλλοφύλοις ἕως οὑ̃ ἐκοπίασεν ἡ χεὶρ αὐτου̃ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτου̃ πρὸς τὴν μάχαιραν καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτου̃ πλὴν ἐκδιδύσκειν
11 καὶ μετ' αὐτὸν Σαμαια υἱὸς Ασα ὁ Αρουχαι̃ος καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία καὶ ἠ̃ν ἐκει̃ μερὶς του̃ ἀγρου̃ πλήρης φακου̃ καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων
12 καὶ ἐστηλώθη ἐν μέσω̨ τη̃ς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην
13 καὶ κατέβησαν τρει̃ς ἀπὸ τω̃ν τριάκοντα καὶ ἠ̃λθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ καὶ τάγμα τω̃ν ἀλλοφύλων παρενέβαλον ἐν τη̨̃ κοιλάδι Ραφαϊμ
14 καὶ Δαυιδ τότε ἐν τη̨̃ περιοχη̨̃ καὶ τὸ ὑπόστημα τω̃ν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ
15 καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἰ̃πεν τίς ποτιει̃ με ὕδωρ ἐκ του̃ λάκκου του̃ ἐν Βαιθλεεμ του̃ ἐν τη̨̃ πύλη̨ τὸ δὲ σύστημα τω̃ν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ
16 καὶ διέρρηξαν οἱ τρει̃ς δυνατοὶ ἐν τη̨̃ παρεμβολη̨̃ τω̃ν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ του̃ λάκκου του̃ ἐν Βαιθλεεμ του̃ ἐν τη̨̃ πύλη̨ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυιδ καὶ οὐκ ἠθέλησεν πιει̃ν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τω̨̃ κυρίω̨
17 καὶ εἰ̃πεν ἵλεώς μοι κύριε του̃ ποιη̃σαι του̃το εἰ αἱ̃μα τω̃ν ἀνδρω̃ν τω̃ν πορευθέντων ἐν ται̃ς ψυχαι̃ς αὐτω̃ν πίομαι καὶ οὐκ ἠθέλησεν πιει̃ν αὐτό ταυ̃τα ἐποίησαν οἱ τρει̃ς δυνατοί
18 καὶ Αβεσσα ἀδελφὸς Ιωαβ υἱὸς Σαρουιας αὐτὸς ἄρχων ἐν τοι̃ς τρισίν καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτου̃ ἐπὶ τριακοσίους τραυματίας καὶ αὐτω̨̃ ὄνομα ἐν τοι̃ς τρισίν
19 ἐκ τω̃ν τριω̃ν ἐκείνων ἔνδοξος καὶ ἐγένετο αὐτοι̃ς εἰς ἄρχοντα καὶ ἕως τω̃ν τριω̃ν οὐκ ἠ̃λθεν
20 καὶ Βαναιας υἱὸς Ιωδαε ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς Αριηλ του̃ Μωαβ καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσω̨ του̃ λάκκου ἐν τη̨̃ ἡμέρα̨ τη̃ς χιόνος
21 αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον ἄνδρα ὁρατόν ἐν δὲ τη̨̃ χειρὶ του̃ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδω̨ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τη̃ς χειρὸς του̃ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τω̨̃ δόρατι αὐτου̃
22 ταυ̃τα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε καὶ αὐτω̨̃ ὄνομα ἐν τοι̃ς τρισὶν τοι̃ς δυνατοι̃ς
23 ἐκ τω̃ν τριω̃ν ἔνδοξος καὶ πρὸς τοὺς τρει̃ς οὐκ ἠ̃λθεν καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτου̃
24 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν δυνατω̃ν Δαυιδ βασιλέως Ασαηλ ἀδελφὸς Ιωαβ οὑ̃τος ἐν τοι̃ς τριάκοντα Ελεαναν υἱὸς Δουδι πατραδέλφου αὐτου̃ ἐν Βαιθλεεμ
25 Σαμαι ὁ Αρουδαι̃ος Ελικα ὁ Αρωδαι̃ος
26 Ελλης ὁ Φελωθι Ιρας υἱὸς Εκκας ὁ Θεκωίτης
27 Αβιεζερ ὁ Αναθωθίτης ἐκ τω̃ν υἱω̃ν του̃ Ασωθίτου
28 Σελμων ὁ Αωίτης Μοορε ὁ Νετωφαθίτης
29 Ελα υἱὸς Βαανα ὁ Νετωφαθίτης Εθθι υἱὸς Ριβα ἐκ Γαβαεθ υἱὸς Βενιαμιν
30 Βαναιας ὁ Φαραθωνίτης Ουρι ἐκ Ναχαλιγαιας
31 Αβιηλ υἱὸς του̃ Αραβωθίτου Αζμωθ ὁ Βαρσαμίτης
32 Ελιασου ὁ Σαλαβωνίτης υἱοὶ Ιασαν Ιωναθαν
33 Σαμμα ὁ Αρωδίτης Αχιαν υἱὸς Σαραδ ὁ Αραουρίτης
34 Αλιφαλεθ υἱὸς του̃ Ασβίτου υἱὸς του̃ Μααχατι Ελιαβ υἱὸς Αχιτοφελ του̃ Γελωνίτου
35 Ασαραι ὁ Καρμήλιος Φαραϊ ὁ Ερχι
36 Ιγααλ υἱὸς Ναθαν ἀπὸ δυνάμεως υἱὸς Γαδδι
37 Ελιε ὁ Αμμανίτης Γελωραι ὁ Βηρωθαι̃ος αἴρων τὰ σκεύη Ιωαβ υἱου̃ Σαρουιας
38 Ιρας ὁ Ιεθιραι̃ος Γαρηβ ὁ Ιεθιραι̃ος
39 Ουριας ὁ Χετται̃ος πάντες τριάκοντα καὶ ἑπτά

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 24

καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαη̃ναι ἐν Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοι̃ς λέγων βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα
καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τη̃ς ἰσχύος τὸν μετ' αὐτου̃ δίελθε δὴ πάσας φυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν καὶ γνώσομαι τὸν ἀριθμὸν του̃ λαου̃
καὶ εἰ̃πεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ προσθείη κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα καὶ ὀφθαλμοὶ του̃ κυρίου μου του̃ βασιλέως ὁρω̃ντες καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τω̨̃ λόγω̨ τούτω̨
καὶ ὑπερίσχυσεν ὁ λόγος του̃ βασιλέως πρὸς Ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τη̃ς δυνάμεως καὶ ἐξη̃λθεν Ιωαβ καὶ οἱ ἄρχοντες τη̃ς ἰσχύος ἐνώπιον του̃ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ισραηλ
καὶ διέβησαν τὸν Ιορδάνην καὶ παρενέβαλον ἐν Αροηρ ἐκ δεξιω̃ν τη̃ς πόλεως τη̃ς ἐν μέσω̨ τη̃ς φάραγγος Γαδ καὶ Ελιεζερ
καὶ ἠ̃λθον εἰς τὴν Γαλααδ καὶ εἰς γη̃ν Θαβασων ἥ ἐστιν Αδασαι καὶ παρεγένοντο εἰς Δανιδαν καὶ Ουδαν καὶ ἐκύκλωσαν εἰς Σιδω̃να
καὶ ἠ̃λθαν εἰς Μαψαρ Τύρου καὶ πάσας τὰς πόλεις του̃ Ευαίου καὶ του̃ Χαναναίου καὶ ἠ̃λθαν κατὰ νότον Ιουδα εἰς Βηρσαβεε
καὶ περιώδευσαν ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνω̃ν καὶ εἴκοσι ἡμερω̃ν εἰς Ιερουσαλημ
καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τη̃ς ἐπισκέψεως του̃ λαου̃ πρὸς τὸν βασιλέα καὶ ἐγένετο Ισραηλ ὀκτακόσιαι χιλιάδες ἀνδρω̃ν δυνάμεως σπωμένων ῥομφαίαν καὶ ἀνὴρ Ιουδα πεντακόσιαι χιλιάδες ἀνδρω̃ν μαχητω̃ν
10 καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτὸν μετὰ τὸ ἀριθμη̃σαι τὸν λαόν καὶ εἰ̃πεν Δαυιδ πρὸς κύριον ἥμαρτον σφόδρα ὃ ἐποίησα νυ̃ν κύριε παραβίβασον δὴ τὴν ἀνομίαν του̃ δούλου σου ὅτι ἐμωράνθην σφόδρα
11 καὶ ἀνέστη Δαυιδ τὸ πρωί καὶ λόγος κυρίου ἐγένετο πρὸς Γαδ τὸν προφήτην τὸν ὁρω̃ντα Δαυιδ λέγων
12 πορεύθητι καὶ λάλησον πρὸς Δαυιδ λέγων τάδε λέγει κύριος τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ καὶ ἔκλεξαι σεαυτω̨̃ ἓν ἐξ αὐτω̃ν καὶ ποιήσω σοι
13 καὶ εἰση̃λθεν Γαδ πρὸς Δαυιδ καὶ ἀνήγγειλεν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἔκλεξαι σεαυτω̨̃ γενέσθαι εἰ ἔλθη̨ σοι τρία ἔτη λιμὸς ἐν τη̨̃ γη̨̃ σου ἢ τρει̃ς μη̃νας φεύγειν σε ἔμπροσθεν τω̃ν ἐχθρω̃ν σου καὶ ἔσονται διώκοντές σε ἢ γενέσθαι τρει̃ς ἡμέρας θάνατον ἐν τη̨̃ γη̨̃ σου νυ̃ν οὐ̃ν γνω̃θι καὶ ἰδὲ τί ἀποκριθω̃ τω̨̃ ἀποστείλαντί με ῥη̃μα
14 καὶ εἰ̃πεν Δαυιδ πρὸς Γαδ στενά μοι πάντοθεν σφόδρα ἐστίν ἐμπεσου̃μαι δὴ ἐν χειρὶ κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτου̃ σφόδρα εἰς δὲ χει̃ρας ἀνθρώπου οὐ μὴ ἐμπέσω καὶ ἐξελέξατο ἑαυτω̨̃ Δαυιδ τὸν θάνατον
15 καὶ ἡμέραι θερισμου̃ πυρω̃ν καὶ ἔδωκεν κύριος ἐν Ισραηλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου καὶ ἤρξατο ἡ θραυ̃σις ἐν τω̨̃ λαω̨̃ καὶ ἀπέθανεν ἐκ του̃ λαου̃ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ἑβδομήκοντα χιλιάδες ἀνδρω̃ν
16 καὶ ἐξέτεινεν ὁ ἄγγελος του̃ θεου̃ τὴν χει̃ρα αὐτου̃ εἰς Ιερουσαλημ του̃ διαφθει̃ραι αὐτήν καὶ παρεκλήθη κύριος ἐπὶ τη̨̃ κακία̨ καὶ εἰ̃πεν τω̨̃ ἀγγέλω̨ τω̨̃ διαφθείροντι ἐν τω̨̃ λαω̨̃ πολὺ νυ̃ν ἄνες τὴν χει̃ρά σου καὶ ὁ ἄγγελος κυρίου ἠ̃ν παρὰ τω̨̃ ἅλω̨ Ορνα του̃ Ιεβουσαίου
17 καὶ εἰ̃πεν Δαυιδ πρὸς κύριον ἐν τω̨̃ ἰδει̃ν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τω̨̃ λαω̨̃ καὶ εἰ̃πεν ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα καὶ οὑ̃τοι τὰ πρόβατα τί ἐποίησαν γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τω̨̃ οἴκω̨ του̃ πατρός μου
18 καὶ ἠ̃λθεν Γαδ πρὸς Δαυιδ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάβηθι καὶ στη̃σον τω̨̃ κυρίω̨ θυσιαστήριον ἐν τω̨̃ ἅλωνι Ορνα του̃ Ιεβουσαίου
19 καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ καθ' ὃν τρόπον ἐνετείλατο αὐτω̨̃ κύριος
20 καὶ διέκυψεν Ορνα καὶ εἰ̃δεν τὸν βασιλέα καὶ τοὺς παι̃δας αὐτου̃ παραπορευομένους ἐπάνω αὐτου̃ καὶ ἐξη̃λθεν Ορνα καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν
21 καὶ εἰ̃πεν Ορνα τί ὅτι ἠ̃λθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δου̃λον αὐτου̃ καὶ εἰ̃πεν Δαυιδ κτήσασθαι παρὰ σου̃ τὸν ἅλωνα του̃ οἰκοδομη̃σαι θυσιαστήριον τω̨̃ κυρίω̨ καὶ συσχεθη̨̃ ἡ θραυ̃σις ἐπάνω του̃ λαου̃
22 καὶ εἰ̃πεν Ορνα πρὸς Δαυιδ λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τω̨̃ κυρίω̨ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃ ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τω̃ν βοω̃ν εἰς ξύλα
23 τὰ πάντα ἔδωκεν Ορνα τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν Ορνα πρὸς τὸν βασιλέα κύριος ὁ θεός σου εὐλογήσαι σε
24 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ορνα οὐχί ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σου̃ ἐν ἀλλάγματι καὶ οὐκ ἀνοίσω τω̨̃ κυρίω̨ θεω̨̃ μου ὁλοκαύτωμα δωρεάν καὶ ἐκτήσατο Δαυιδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίω̨ σίκλων πεντήκοντα
25 καὶ ὠ̨κοδόμησεν ἐκει̃ Δαυιδ θυσιαστήριον κυρίω̨ καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς καὶ προσέθηκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐπ' ἐσχάτω̨ ὅτι μικρὸν ἠ̃ν ἐν πρώτοις καὶ ἐπήκουσεν κύριος τη̨̃ γη̨̃ καὶ συνεσχέθη ἡ θραυ̃σις ἐπάνωθεν Ισραηλ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).