1 καὶ παραγίνονται πα̃σαι αἱ φυλαὶ Ισραηλ πρὸς Δαυιδ εἰς Χεβρων καὶ εἰ̃παν αὐτω̨̃ ἰδοὺ ὀστα̃ σου καὶ σάρκες σου ἡμει̃ς |
2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως ἐφ' ἡμι̃ν σὺ ἠ̃σθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ καὶ εἰ̃πεν κύριος πρὸς σέ σὺ ποιμανει̃ς τὸν λαόν μου τὸν Ισραηλ καὶ σὺ ἔσει εἰς ἡγούμενον ἐπὶ τὸν Ισραηλ |
3 καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων καὶ διέθετο αὐτοι̃ς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐνώπιον κυρίου καὶ χρίουσιν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ |
4 υἱὸς τριάκοντα ἐτω̃ν Δαυιδ ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν |
5 ἑπτὰ ἔτη καὶ ἓξ μη̃νας ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν Ιουδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν ἐν Ιερουσαλημ |
6 καὶ ἀπη̃λθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ εἰς Ιερουσαλημ πρὸς τὸν Ιεβουσαι̃ον τὸν κατοικου̃ντα τὴν γη̃ν καὶ ἐρρέθη τω̨̃ Δαυιδ οὐκ εἰσελεύσει ὡ̃δε ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυιδ ὡ̃δε |
7 καὶ κατελάβετο Δαυιδ τὴν περιοχὴν Σιων αὕτη ἡ πόλις του̃ Δαυιδ |
8 καὶ εἰ̃πεν Δαυιδ τη̨̃ ἡμέρα̨ ἐκείνη̨ πα̃ς τύπτων Ιεβουσαι̃ον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισου̃ντας τὴν ψυχὴν Δαυιδ διὰ του̃το ἐρου̃σιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἰ̃κον κυρίου |
9 καὶ ἐκάθισεν Δαυιδ ἐν τη̨̃ περιοχη̨̃ καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυιδ καὶ ὠ̨κοδόμησεν τὴν πόλιν κύκλω̨ ἀπὸ τη̃ς ἄκρας καὶ τὸν οἰ̃κον αὐτου̃ |
10 καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ' αὐτου̃ |
11 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίθων καὶ ὠ̨κοδόμησαν οἰ̃κον τω̨̃ Δαυιδ |
12 καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτου̃ διὰ τὸν λαὸν αὐτου̃ Ισραηλ |
13 καὶ ἔλαβεν Δαυιδ ἔτι γυναι̃κας καὶ παλλακὰς ἐξ Ιερουσαλημ μετὰ τὸ ἐλθει̃ν αὐτὸν ἐκ Χεβρων καὶ ἐγένοντο τω̨̃ Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες |
14 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν γεννηθέντων αὐτω̨̃ ἐν Ιερουσαλημ Σαμμους καὶ Σωβαβ καὶ Ναθαν καὶ Σαλωμων |
15 καὶ Εβεαρ καὶ Ελισους καὶ Ναφεκ καὶ Ιεφιες |
16 καὶ Ελισαμα καὶ Ελιδαε καὶ Ελιφαλαθ |
17 καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται Δαυιδ βασιλεὺς ἐπὶ Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητει̃ν τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ κατέβη εἰς τὴν περιοχήν |
18 καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τω̃ν τιτάνων |
19 καὶ ἠρώτησεν Δαυιδ διὰ κυρίου λέγων εἰ ἀναβω̃ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χει̃ράς μου καὶ εἰ̃πεν κύριος πρὸς Δαυιδ ἀνάβαινε ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χει̃ράς σου |
20 καὶ ἠ̃λθεν Δαυιδ ἐκ τω̃ν ἐπάνω διακοπω̃ν καὶ ἔκοψεν τοὺς ἀλλοφύλους ἐκει̃ καὶ εἰ̃πεν Δαυιδ διέκοψεν κύριος τοὺς ἐχθρούς μου τοὺς ἀλλοφύλους ἐνώπιον ἐμου̃ ὡς διακόπτεται ὕδατα διὰ του̃το ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου ἐπάνω διακοπω̃ν |
21 καὶ καταλιμπάνουσιν ἐκει̃ τοὺς θεοὺς αὐτω̃ν καὶ ἐλάβοσαν αὐτοὺς Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ |
22 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι του̃ ἀναβη̃ναι καὶ συνέπεσαν ἐν τη̨̃ κοιλάδι τω̃ν τιτάνων |
23 καὶ ἐπηρώτησεν Δαυιδ διὰ κυρίου καὶ εἰ̃πεν κύριος οὐκ ἀναβήσει εἰς συνάντησιν αὐτω̃ν ἀποστρέφου ἀπ' αὐτω̃ν καὶ παρέσει αὐτοι̃ς πλησίον του̃ κλαυθμω̃νος |
24 καὶ ἔσται ἐν τω̨̃ ἀκου̃σαί σε τὴν φωνὴν του̃ συγκλεισμου̃ του̃ ἄλσους του̃ κλαυθμω̃νος τότε καταβήσει πρὸς αὐτούς ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τω̨̃ πολέμω̨ τω̃ν ἀλλοφύλων |
25 καὶ ἐποίησεν Δαυιδ καθὼς ἐνετείλατο αὐτω̨̃ κύριος καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαων ἕως τη̃ς γη̃ς Γαζηρα |