Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β, κεφαλίς 3

1 του̃το δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί
2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι φιλάργυροι ἀλαζόνες ὑπερήφανοι βλάσφημοι γονευ̃σιν ἀπειθει̃ς ἀχάριστοι ἀνόσιοι
3 ἄστοργοι ἄσπονδοι διάβολοι ἀκρατει̃ς ἀνήμεροι ἀφιλάγαθοι
4 προδόται προπετει̃ς τετυφωμένοι φιλήδονοι μα̃λλον ἢ φιλόθεοι
5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτη̃ς ἠρνημένοι καὶ τούτους ἀποτρέπου
6 ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀγόμενα ἐπιθυμίαις ποικίλαις
7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθει̃ν δυνάμενα
8 ὃν τρόπον δὲ ’Ιάννης καὶ ’Ιαμβρη̃ς ἀντέστησαν Μωϋσει̃ οὕτως καὶ οὑ̃τοι ἀνθίστανται τη̨̃ ἀληθεία̨ ἄνθρωποι κατεφθαρμένοι τòν νου̃ν ἀδόκιμοι περὶ τὴν πίστιν
9 ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλει̃ον ἡ γὰρ ἄνοια αὐτω̃ν ἔκδηλος ἔσται πα̃σιν ὡς καὶ ἡ ἐκείνων ἐγένετο
10 σὺ δὲ παρηκολούθησάς μου τη̨̃ διδασκαλία̨ τη̨̃ ἀγωγη̨̃ τη̨̃ προθέσει τη̨̃ πίστει τη̨̃ μακροθυμία̨ τη̨̃ ἀγάπη̨ τη̨̃ ὑπομονη̨̃
11 τοι̃ς διωγμοι̃ς τοι̃ς παθήμασιν οἱ̃ά μοι ἐγένετο ἐν ’Αντιοχεία̨ ἐν ’Ικονίω̨ ἐν Λύστροις οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος
12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβω̃ς ζη̃ν ἐν Χριστω̨̃ ’Ιησου̃ διωχθήσονται
13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τò χει̃ρον πλανω̃ντες καὶ πλανώμενοι
14 σὺ δὲ μένε ἐν οἱ̃ς ἔμαθες καὶ ἐπιστώθης εἰδὼς παρὰ τίνων ἔμαθες
15 καὶ ὅτι ἀπò βρέφους τὰ ἱερὰ γράμματα οἰ̃δας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τη̃ς ἐν Χριστω̨̃ ’Ιησου̃
16 πα̃σα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρòς διδασκαλίαν πρòς ἐλεγμόν πρòς ἐπανόρθωσιν πρòς παιδείαν τὴν ἐν δικαιοσύνη̨
17 ἵνα ἄρτιος ἠ̨̃ ὁ του̃ θεου̃ ἄνθρωπος πρòς πα̃ν ἔργον ἀγαθòν ἐξηρτισμένος
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).