Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 10

καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ τὸ ὄνομα κυρίου καὶ ἠ̃λθεν πειράσαι αὐτὸν ἐν αἰνίγμασιν
καὶ ἠ̃λθεν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρεία̨ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον καὶ εἰση̃λθεν πρὸς Σαλωμων καὶ ἐλάλησεν αὐτω̨̃ πάντα ὅσα ἠ̃ν ἐν τη̨̃ καρδία̨ αὐτη̃ς
καὶ ἀπήγγειλεν αὐτη̨̃ Σαλωμων πάντας τοὺς λόγους αὐτη̃ς οὐκ ἠ̃ν λόγος παρεωραμένος παρὰ του̃ βασιλέως ὃν οὐκ ἀπήγγειλεν αὐτη̨̃
καὶ εἰ̃δεν βασίλισσα Σαβα πα̃σαν φρόνησιν Σαλωμων καὶ τὸν οἰ̃κον ὃν ὠ̨κοδόμησεν
καὶ τὰ βρώματα Σαλωμων καὶ τὴν καθέδραν παίδων αὐτου̃ καὶ τὴν στάσιν λειτουργω̃ν αὐτου̃ καὶ τὸν ἱματισμὸν αὐτου̃ καὶ τοὺς οἰνοχόους αὐτου̃ καὶ τὴν ὁλοκαύτωσιν αὐτου̃ ἣν ἀνέφερεν ἐν οἴκω̨ κυρίου καὶ ἐξ ἑαυτη̃ς ἐγένετο
καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα Σαλωμων ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τη̨̃ γη̨̃ μου περὶ του̃ λόγου σου καὶ περὶ τη̃ς φρονήσεώς σου
καὶ οὐκ ἐπίστευσα τοι̃ς λαλου̃σίν μοι ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου καὶ ἰδοὺ οὐκ ἔστιν τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πα̃σαν τὴν ἀκοήν ἣν ἤκουσα ἐν τη̨̃ γη̨̃ μου
μακάριαι αἱ γυναι̃κές σου μακάριοι οἱ παι̃δές σου οὑ̃τοι οἱ παρεστηκότες ἐνώπιόν σου δι' ὅλου οἱ ἀκούοντες πα̃σαν τὴν φρόνησίν σου
γένοιτο κύριος ὁ θεός σου εὐλογημένος ὃς ἠθέλησεν ἐν σοὶ δου̃ναί σε ἐπὶ θρόνου Ισραηλ διὰ τὸ ἀγαπα̃ν κύριον τὸν Ισραηλ στη̃σαι εἰς τὸν αἰω̃να καὶ ἔθετό σε βασιλέα ἐπ' αὐτοὺς του̃ ποιει̃ν κρίμα ἐν δικαιοσύνη̨ καὶ ἐν κρίμασιν αὐτω̃ν
10 καὶ ἔδωκεν τω̨̃ Σαλωμων ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκει̃να ἔτι εἰς πλη̃θος ἃ ἔδωκεν βασίλισσα Σαβα τω̨̃ βασιλει̃ Σαλωμων
11 καὶ ἡ ναυ̃ς Χιραμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφιρ ἤνεγκεν ξύλα ἀπελέκητα πολλὰ σφόδρα καὶ λίθον τίμιον
12 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ ἀπελέκητα ὑποστηρίγματα του̃ οἴκου κυρίου καὶ του̃ οἴκου του̃ βασιλέως καὶ νάβλας καὶ κινύρας τοι̃ς ὠ̨δοι̃ς οὐκ ἐληλύθει τοιαυ̃τα ξύλα ἀπελέκητα ἐπὶ τη̃ς γη̃ς οὐδὲ ὤφθησάν που ἕως τη̃ς ἡμέρας ταύτης
13 καὶ ὁ βασιλεὺς Σαλωμων ἔδωκεν τη̨̃ βασιλίσση̨ Σαβα πάντα ὅσα ἠθέλησεν ὅσα ἠ̨τήσατο ἐκτὸς πάντων ὡ̃ν δεδώκει αὐτη̨̃ διὰ χειρὸς του̃ βασιλέως Σαλωμων καὶ ἀπεστράφη καὶ ἠ̃λθεν εἰς τὴν γη̃ν αὐτη̃ς αὐτὴ καὶ πάντες οἱ παι̃δες αὐτη̃ς
14 καὶ ἠ̃ν ὁ σταθμὸς του̃ χρυσίου του̃ ἐληλυθότος τω̨̃ Σαλωμων ἐν ἐνιαυτω̨̃ ἑνὶ ἑξακόσια καὶ ἑξήκοντα ἓξ τάλαντα χρυσίου
15 χωρὶς τω̃ν φόρων τω̃ν ὑποτεταγμένων καὶ τω̃ν ἐμπόρων καὶ πάντων τω̃ν βασιλέων του̃ πέραν καὶ τω̃ν σατραπω̃ν τη̃ς γη̃ς
16 καὶ ἐποίησεν Σαλωμων τριακόσια δόρατα χρυσα̃ ἐλατά τριακόσιοι χρυσοι̃ ἐπη̃σαν ἐπὶ τὸ δόρυ τὸ ἕν
17 καὶ τριακόσια ὅπλα χρυσα̃ ἐλατά τρει̃ς μναι̃ χρυσίου ἐνη̃σαν εἰς τὸ ὅπλον τὸ ἕν καὶ ἔδωκεν αὐτὰ εἰς οἰ̃κον δρυμου̃ του̃ Λιβάνου
18 καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίω̨ δοκίμω̨
19 ἓξ ἀναβαθμοὶ τω̨̃ θρόνω̨ καὶ προτομαὶ μόσχων τω̨̃ θρόνω̨ ἐκ τω̃ν ὀπίσω αὐτου̃ καὶ χει̃ρες ἔνθεν καὶ ἔνθεν ἐπὶ του̃ τόπου τη̃ς καθέδρας καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χει̃ρας
20 καὶ δώδεκα λέοντες ἑστω̃τες ἐπὶ τω̃ν ἓξ ἀναβαθμω̃ν ἔνθεν καὶ ἔνθεν οὐ γέγονεν οὕτως πάση̨ βασιλεία̨
21 καὶ πάντα τὰ σκεύη του̃ πότου Σαλωμων χρυσα̃ καὶ λουτη̃ρες χρυσοι̃ πάντα τὰ σκεύη οἴκου δρυμου̃ του̃ Λιβάνου χρυσίω̨ συγκεκλεισμένα οὐκ ἠ̃ν ἀργύριον ὅτι οὐκ ἠ̃ν λογιζόμενον ἐν ται̃ς ἡμέραις Σαλωμων
22 ὅτι ναυ̃ς Θαρσις τω̨̃ βασιλει̃ ἐν τη̨̃ θαλάσση̨ μετὰ τω̃ν νηω̃ν Χιραμ μία διὰ τριω̃ν ἐτω̃ν ἤρχετο τω̨̃ βασιλει̃ ναυ̃ς ἐκ Θαρσις χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτω̃ν καὶ πελεκητω̃ν
23 καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλει̃ς τη̃ς γη̃ς πλούτω̨ καὶ φρονήσει
24 καὶ πάντες βασιλει̃ς τη̃ς γη̃ς ἐζήτουν τὸ πρόσωπον Σαλωμων του̃ ἀκου̃σαι τη̃ς φρονήσεως αὐτου̃ ἡ̃ς ἔδωκεν κύριος ἐν τη̨̃ καρδία̨ αὐτου̃
25 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δω̃ρα αὐτου̃ σκεύη χρυσα̃ καὶ ἱματισμόν στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους τὸ κατ' ἐνιαυτὸν ἐνιαυτόν
26 καὶ ἠ̃σαν τω̨̃ Σαλωμων τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ ἔθετο αὐτὰς ἐν ται̃ς πόλεσι τω̃ν ἁρμάτων καὶ μετὰ του̃ βασιλέως ἐν Ιερουσαλημ
27 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τη̨̃ πεδινη̨̃ εἰς πλη̃θος
28 καὶ ἡ ἔξοδος τω̃ν ἵππων Σαλωμων ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουε ἔμποροι του̃ βασιλέως ἐλάμβανον ἐκ Θεκουε ἐν ἀλλάγματι
29 καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου καὶ οὕτω πα̃σιν τοι̃ς βασιλευ̃σιν Χεττιιν καὶ βασιλευ̃σιν Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).