Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 13

καὶ ἰδοὺ ἄνθρωπος του̃ θεου̃ ἐξ Ιουδα παρεγένετο ἐν λόγω̨ κυρίου εἰς Βαιθηλ καὶ Ιεροβοαμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον του̃ ἐπιθυ̃σαι
καὶ ἐπεκάλεσεν πρὸς τὸ θυσιαστήριον ἐν λόγω̨ κυρίου καὶ εἰ̃πεν θυσιαστήριον θυσιαστήριον τάδε λέγει κύριος ἰδοὺ υἱὸς τίκτεται τω̨̃ οἴκω̨ Δαυιδ Ιωσιας ὄνομα αὐτω̨̃ καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερει̃ς τω̃ν ὑψηλω̃ν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστα̃ ἀνθρώπων καύσει ἐπὶ σέ
καὶ ἔδωκεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τέρας λέγων του̃το τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος λέγων ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτω̨̃
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ιεροβοαμ τω̃ν λόγων του̃ ἀνθρώπου του̃ θεου̃ του̃ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χει̃ρα αὐτου̃ ἀπὸ του̃ θυσιαστηρίου λέγων συλλάβετε αὐτόν καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτου̃ ἣν ἐξέτεινεν ἐπ' αὐτόν καὶ οὐκ ἠδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς ἑαυτόν
καὶ τὸ θυσιαστήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ του̃ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν λόγω̨ κυρίου
καὶ εἰ̃πεν ὁ βασιλεὺς Ιεροβοαμ τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ δεήθητι του̃ προσώπου κυρίου του̃ θεου̃ σου καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με καὶ ἐδεήθη ὁ ἄνθρωπος του̃ θεου̃ του̃ προσώπου κυρίου καὶ ἐπέστρεψεν τὴν χει̃ρα του̃ βασιλέως πρὸς αὐτόν καὶ ἐγένετο καθὼς τὸ πρότερον
καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ εἴσελθε μετ' ἐμου̃ εἰς οἰ̃κον καὶ ἀρίστησον καὶ δώσω σοι δόμα
καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ πρὸς τὸν βασιλέα ἐάν μοι δω̨̃ς τὸ ἥμισυ του̃ οἴκου σου οὐκ εἰσελεύσομαι μετὰ σου̃ οὐδὲ μὴ φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨
ὅτι οὕτως ἐνετείλατό μοι ἐν λόγω̨ κύριος λέγων μὴ φάγη̨ς ἄρτον καὶ μὴ πίη̨ς ὕδωρ καὶ μὴ ἐπιστρέψη̨ς ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθης ἐν αὐτη̨̃
10 καὶ ἀπη̃λθεν ἐν ὁδω̨̃ ἄλλη̨ καὶ οὐκ ἀνέστρεψεν ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ εἰς Βαιθηλ
11 καὶ προφήτης εἱ̃ς πρεσβύτης κατώ̨κει ἐν Βαιθηλ καὶ ἔρχονται οἱ υἱοὶ αὐτου̃ καὶ διηγήσαντο αὐτω̨̃ ἅπαντα τὰ ἔργα ἃ ἐποίησεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν Βαιθηλ καὶ τοὺς λόγους οὓς ἐλάλησεν τω̨̃ βασιλει̃ καὶ ἐπέστρεψαν τὸ πρόσωπον του̃ πατρὸς αὐτω̃ν
12 καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὁ πατὴρ αὐτω̃ν λέγων ποία̨ ὁδω̨̃ πεπόρευται καὶ δεικνύουσιν αὐτω̨̃ οἱ υἱοὶ αὐτου̃ τὴν ὁδὸν ἐν ἡ̨̃ ἀνη̃λθεν ὁ ἄνθρωπος του̃ θεου̃ ὁ ἐλθὼν ἐξ Ιουδα
13 καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ ἐπισάξατέ μοι τὸν ὄνον καὶ ἐπέσαξαν αὐτω̨̃ τὸν ὄνον καὶ ἐπέβη ἐπ' αὐτόν
14 καὶ ἐπορεύθη κατόπισθεν του̃ ἀνθρώπου του̃ θεου̃ καὶ εὑ̃ρεν αὐτὸν καθήμενον ὑπὸ δρυ̃ν καὶ εἰ̃πεν αὐτω̨̃ εἰ σὺ εἰ̃ ὁ ἄνθρωπος του̃ θεου̃ ὁ ἐληλυθὼς ἐξ Ιουδα καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ
15 καὶ εἰ̃πεν αὐτω̨̃ δευ̃ρο μετ' ἐμου̃ καὶ φάγε ἄρτον
16 καὶ εἰ̃πεν οὐ μὴ δύνωμαι του̃ ἐπιστρέψαι μετὰ σου̃ οὐδὲ μὴ φάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨
17 ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγω̨ κύριος λέγων μὴ φάγη̨ς ἄρτον ἐκει̃ καὶ μὴ πίη̨ς ὕδωρ ἐκει̃ καὶ μὴ ἐπιστρέψη̨ς ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθης ἐν αὐτη̨̃
18 καὶ εἰ̃πεν πρὸς αὐτόν κἀγὼ προφήτης εἰμὶ καθὼς σύ καὶ ἄγγελος λελάληκεν πρός με ἐν ῥήματι κυρίου λέγων ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἰ̃κόν σου καὶ φαγέτω ἄρτον καὶ πιέτω ὕδωρ καὶ ἐψεύσατο αὐτω̨̃
19 καὶ ἐπέστρεψεν αὐτόν καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τω̨̃ οἴκω̨ αὐτου̃
20 καὶ ἐγένετο αὐτω̃ν καθημένων ἐπὶ τη̃ς τραπέζης καὶ ἐγένετο λόγος κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν
21 καὶ εἰ̃πεν πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ τὸν ἥκοντα ἐξ Ιουδα λέγων τάδε λέγει κύριος ἀνθ' ὡ̃ν παρεπίκρανας τὸ ῥη̃μα κυρίου καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν ἣν ἐνετείλατό σοι κύριος ὁ θεός σου
22 καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨ ὡ̨̃ ἐλάλησεν πρὸς σὲ λέγων μὴ φάγη̨ς ἄρτον καὶ μὴ πίη̨ς ὕδωρ οὐ μὴ εἰσέλθη̨ τὸ σω̃μά σου εἰς τὸν τάφον τω̃ν πατέρων σου
23 καὶ ἐγένετο μετὰ τὸ φαγει̃ν ἄρτον καὶ πιει̃ν ὕδωρ καὶ ἐπέσαξεν αὐτω̨̃ τὸν ὄνον καὶ ἐπέστρεψεν
24 καὶ ἀπη̃λθεν καὶ εὑ̃ρεν αὐτὸν λέων ἐν τη̨̃ ὁδω̨̃ καὶ ἐθανάτωσεν αὐτόν καὶ ἠ̃ν τὸ σω̃μα αὐτου̃ ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ ὄνος εἱστήκει παρ' αὐτό καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σω̃μα
25 καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἰ̃δον τὸ θνησιμαι̃ον ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ λέων εἱστήκει ἐχόμενα του̃ θνησιμαίου καὶ εἰση̃λθον καὶ ἐλάλησαν ἐν τη̨̃ πόλει οὑ̃ ὁ προφήτης ὁ πρεσβύτης κατώ̨κει ἐν αὐτη̨̃
26 καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τη̃ς ὁδου̃ καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ οὑ̃τός ἐστιν ὃς παρεπίκρανε τὸ ῥη̃μα κυρίου
27 ...
28 καὶ ἐπορεύθη καὶ εὑ̃ρεν τὸ σω̃μα αὐτου̃ ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σω̃μα καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σω̃μα του̃ ἀνθρώπου του̃ θεου̃ καὶ οὐ συνέτριψεν τὸν ὄνον
29 καὶ ἠ̃ρεν ὁ προφήτης τὸ σω̃μα του̃ ἀνθρώπου του̃ θεου̃ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης του̃ θάψαι αὐτὸν
30 ἐν τω̨̃ τάφω̨ ἑαυτου̃ καὶ ἐκόψαντο αὐτόν οὐαὶ ἀδελφέ
31 καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων ἐὰν ἀποθάνω θάψατέ με ἐν τω̨̃ τάφω̨ τούτω̨ οὑ̃ ὁ ἄνθρωπος του̃ θεου̃ τέθαπται ἐν αὐτω̨̃ παρὰ τὰ ὀστα̃ αὐτου̃ θέτε με ἵνα σωθω̃σι τὰ ὀστα̃ μου μετὰ τω̃ν ὀστω̃ν αὐτου̃
32 ὅτι γινόμενον ἔσται τὸ ῥη̃μα ὃ ἐλάλησεν ἐν λόγω̨ κυρίου ἐπὶ του̃ θυσιαστηρίου του̃ ἐν Βαιθηλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρεία̨
33 καὶ μετὰ τὸ ῥη̃μα του̃το οὐκ ἐπέστρεψεν Ιεροβοαμ ἀπὸ τη̃ς κακίας αὐτου̃ καὶ ἐπέστρεψεν καὶ ἐποίησεν ἐκ μέρους του̃ λαου̃ ἱερει̃ς ὑψηλω̃ν ὁ βουλόμενος ἐπλήρου τὴν χει̃ρα αὐτου̃ καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά
34 καὶ ἐγένετο τὸ ῥη̃μα του̃το εἰς ἁμαρτίαν τω̨̃ οἴκω̨ Ιεροβοαμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τη̃ς γη̃ς
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).