Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 13

1 καὶ ἰδοὺ ἄνθρωπος του̃ θεου̃ ἐξ Ιουδα παρεγένετο ἐν λόγω̨ κυρίου εἰς Βαιθηλ καὶ Ιεροβοαμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον του̃ ἐπιθυ̃σαι
2 καὶ ἐπεκάλεσεν πρὸς τὸ θυσιαστήριον ἐν λόγω̨ κυρίου καὶ εἰ̃πεν θυσιαστήριον θυσιαστήριον τάδε λέγει κύριος ἰδοὺ υἱὸς τίκτεται τω̨̃ οἴκω̨ Δαυιδ Ιωσιας ὄνομα αὐτω̨̃ καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερει̃ς τω̃ν ὑψηλω̃ν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστα̃ ἀνθρώπων καύσει ἐπὶ σέ
3 καὶ ἔδωκεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τέρας λέγων του̃το τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος λέγων ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτω̨̃
4 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ιεροβοαμ τω̃ν λόγων του̃ ἀνθρώπου του̃ θεου̃ του̃ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χει̃ρα αὐτου̃ ἀπὸ του̃ θυσιαστηρίου λέγων συλλάβετε αὐτόν καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτου̃ ἣν ἐξέτεινεν ἐπ' αὐτόν καὶ οὐκ ἠδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς ἑαυτόν
5 καὶ τὸ θυσιαστήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ του̃ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν λόγω̨ κυρίου
6 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ιεροβοαμ τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ δεήθητι του̃ προσώπου κυρίου του̃ θεου̃ σου καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με καὶ ἐδεήθη ὁ ἄνθρωπος του̃ θεου̃ του̃ προσώπου κυρίου καὶ ἐπέστρεψεν τὴν χει̃ρα του̃ βασιλέως πρὸς αὐτόν καὶ ἐγένετο καθὼς τὸ πρότερον
7 καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ εἴσελθε μετ' ἐμου̃ εἰς οἰ̃κον καὶ ἀρίστησον καὶ δώσω σοι δόμα
8 καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ πρὸς τὸν βασιλέα ἐάν μοι δω̨̃ς τὸ ἥμισυ του̃ οἴκου σου οὐκ εἰσελεύσομαι μετὰ σου̃ οὐδὲ μὴ φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨
9 ὅτι οὕτως ἐνετείλατό μοι ἐν λόγω̨ κύριος λέγων μὴ φάγη̨ς ἄρτον καὶ μὴ πίη̨ς ὕδωρ καὶ μὴ ἐπιστρέψη̨ς ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθης ἐν αὐτη̨̃
10 καὶ ἀπη̃λθεν ἐν ὁδω̨̃ ἄλλη̨ καὶ οὐκ ἀνέστρεψεν ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ εἰς Βαιθηλ
11 καὶ προφήτης εἱ̃ς πρεσβύτης κατώ̨κει ἐν Βαιθηλ καὶ ἔρχονται οἱ υἱοὶ αὐτου̃ καὶ διηγήσαντο αὐτω̨̃ ἅπαντα τὰ ἔργα ἃ ἐποίησεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν Βαιθηλ καὶ τοὺς λόγους οὓς ἐλάλησεν τω̨̃ βασιλει̃ καὶ ἐπέστρεψαν τὸ πρόσωπον του̃ πατρὸς αὐτω̃ν
12 καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὁ πατὴρ αὐτω̃ν λέγων ποία̨ ὁδω̨̃ πεπόρευται καὶ δεικνύουσιν αὐτω̨̃ οἱ υἱοὶ αὐτου̃ τὴν ὁδὸν ἐν ἡ̨̃ ἀνη̃λθεν ὁ ἄνθρωπος του̃ θεου̃ ὁ ἐλθὼν ἐξ Ιουδα
13 καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ ἐπισάξατέ μοι τὸν ὄνον καὶ ἐπέσαξαν αὐτω̨̃ τὸν ὄνον καὶ ἐπέβη ἐπ' αὐτόν
14 καὶ ἐπορεύθη κατόπισθεν του̃ ἀνθρώπου του̃ θεου̃ καὶ εὑ̃ρεν αὐτὸν καθήμενον ὑπὸ δρυ̃ν καὶ εἰ̃πεν αὐτω̨̃ εἰ σὺ εἰ̃ ὁ ἄνθρωπος του̃ θεου̃ ὁ ἐληλυθὼς ἐξ Ιουδα καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ
15 καὶ εἰ̃πεν αὐτω̨̃ δευ̃ρο μετ' ἐμου̃ καὶ φάγε ἄρτον
16 καὶ εἰ̃πεν οὐ μὴ δύνωμαι του̃ ἐπιστρέψαι μετὰ σου̃ οὐδὲ μὴ φάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨
17 ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγω̨ κύριος λέγων μὴ φάγη̨ς ἄρτον ἐκει̃ καὶ μὴ πίη̨ς ὕδωρ ἐκει̃ καὶ μὴ ἐπιστρέψη̨ς ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθης ἐν αὐτη̨̃
18 καὶ εἰ̃πεν πρὸς αὐτόν κἀγὼ προφήτης εἰμὶ καθὼς σύ καὶ ἄγγελος λελάληκεν πρός με ἐν ῥήματι κυρίου λέγων ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἰ̃κόν σου καὶ φαγέτω ἄρτον καὶ πιέτω ὕδωρ καὶ ἐψεύσατο αὐτω̨̃
19 καὶ ἐπέστρεψεν αὐτόν καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τω̨̃ οἴκω̨ αὐτου̃
20 καὶ ἐγένετο αὐτω̃ν καθημένων ἐπὶ τη̃ς τραπέζης καὶ ἐγένετο λόγος κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν
21 καὶ εἰ̃πεν πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ τὸν ἥκοντα ἐξ Ιουδα λέγων τάδε λέγει κύριος ἀνθ' ὡ̃ν παρεπίκρανας τὸ ῥη̃μα κυρίου καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν ἣν ἐνετείλατό σοι κύριος ὁ θεός σου
22 καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨ ὡ̨̃ ἐλάλησεν πρὸς σὲ λέγων μὴ φάγη̨ς ἄρτον καὶ μὴ πίη̨ς ὕδωρ οὐ μὴ εἰσέλθη̨ τὸ σω̃μά σου εἰς τὸν τάφον τω̃ν πατέρων σου
23 καὶ ἐγένετο μετὰ τὸ φαγει̃ν ἄρτον καὶ πιει̃ν ὕδωρ καὶ ἐπέσαξεν αὐτω̨̃ τὸν ὄνον καὶ ἐπέστρεψεν
24 καὶ ἀπη̃λθεν καὶ εὑ̃ρεν αὐτὸν λέων ἐν τη̨̃ ὁδω̨̃ καὶ ἐθανάτωσεν αὐτόν καὶ ἠ̃ν τὸ σω̃μα αὐτου̃ ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ ὄνος εἱστήκει παρ' αὐτό καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σω̃μα
25 καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἰ̃δον τὸ θνησιμαι̃ον ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ λέων εἱστήκει ἐχόμενα του̃ θνησιμαίου καὶ εἰση̃λθον καὶ ἐλάλησαν ἐν τη̨̃ πόλει οὑ̃ ὁ προφήτης ὁ πρεσβύτης κατώ̨κει ἐν αὐτη̨̃
26 καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τη̃ς ὁδου̃ καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ οὑ̃τός ἐστιν ὃς παρεπίκρανε τὸ ῥη̃μα κυρίου
27 ...
28 καὶ ἐπορεύθη καὶ εὑ̃ρεν τὸ σω̃μα αὐτου̃ ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σω̃μα καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σω̃μα του̃ ἀνθρώπου του̃ θεου̃ καὶ οὐ συνέτριψεν τὸν ὄνον
29 καὶ ἠ̃ρεν ὁ προφήτης τὸ σω̃μα του̃ ἀνθρώπου του̃ θεου̃ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης του̃ θάψαι αὐτὸν
30 ἐν τω̨̃ τάφω̨ ἑαυτου̃ καὶ ἐκόψαντο αὐτόν οὐαὶ ἀδελφέ
31 καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων ἐὰν ἀποθάνω θάψατέ με ἐν τω̨̃ τάφω̨ τούτω̨ οὑ̃ ὁ ἄνθρωπος του̃ θεου̃ τέθαπται ἐν αὐτω̨̃ παρὰ τὰ ὀστα̃ αὐτου̃ θέτε με ἵνα σωθω̃σι τὰ ὀστα̃ μου μετὰ τω̃ν ὀστω̃ν αὐτου̃
32 ὅτι γινόμενον ἔσται τὸ ῥη̃μα ὃ ἐλάλησεν ἐν λόγω̨ κυρίου ἐπὶ του̃ θυσιαστηρίου του̃ ἐν Βαιθηλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρεία̨
33 καὶ μετὰ τὸ ῥη̃μα του̃το οὐκ ἐπέστρεψεν Ιεροβοαμ ἀπὸ τη̃ς κακίας αὐτου̃ καὶ ἐπέστρεψεν καὶ ἐποίησεν ἐκ μέρους του̃ λαου̃ ἱερει̃ς ὑψηλω̃ν ὁ βουλόμενος ἐπλήρου τὴν χει̃ρα αὐτου̃ καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά
34 καὶ ἐγένετο τὸ ῥη̃μα του̃το εἰς ἁμαρτίαν τω̨̃ οἴκω̨ Ιεροβοαμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τη̃ς γη̃ς

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 14

1 ...
2 ...
3 ...
4 ...
5 ...
6 ...
7 ...
8 ...
9 ...
10 ...
11 ...
12 ...
13 ...
14 ...
15 ...
16 ...
17 ...
18 ...
19 ...
20 ...
21 καὶ Ροβοαμ υἱὸς Σαλωμων ἐβασίλευσεν ἐπὶ Ιουδα υἱὸς τεσσαράκοντα καὶ ἑνὸς ἐνιαυτω̃ν Ροβοαμ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ δέκα ἑπτὰ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ τη̨̃ πόλει ἣν ἐξελέξατο κύριος θέσθαι τὸ ὄνομα αὐτου̃ ἐκει̃ ἐκ πασω̃ν φυλω̃ν του̃ Ισραηλ καὶ τὸ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Νααμα ἡ Αμμανι̃τις
22 καὶ ἐποίησεν Ροβοαμ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ παρεζήλωσεν αὐτὸν ἐν πα̃σιν οἱ̃ς ἐποίησαν οἱ πατέρες αὐτου̃ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτω̃ν αἱ̃ς ἥμαρτον
23 καὶ ὠ̨κοδόμησαν ἑαυτοι̃ς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου συσκίου
24 καὶ σύνδεσμος ἐγενήθη ἐν τη̨̃ γη̨̃ καὶ ἐποίησαν ἀπὸ πάντων τω̃ν βδελυγμάτων τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξη̃ρεν κύριος ἀπὸ προσώπου υἱω̃ν Ισραηλ
25 καὶ ἐγένετο ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ πέμπτω̨ βασιλεύοντος Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ
26 καὶ ἔλαβεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου του̃ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσα̃ ἃ ἔλαβεν Δαυιδ ἐκ χειρὸς τω̃ν παίδων Αδρααζαρ βασιλέως Σουβα καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ιερουσαλημ τὰ πάντα ἔλαβεν ὅπλα τὰ χρυσα̃
27 καὶ ἐποίησεν Ροβοαμ ὁ βασιλεὺς ὅπλα χαλκα̃ ἀντ' αὐτω̃ν καὶ ἐπέθεντο ἐπ' αὐτὸν οἱ ἡγούμενοι τω̃ν παρατρεχόντων οἱ φυλάσσοντες τὸν πυλω̃να οἴκου του̃ βασιλέως
28 καὶ ἐγένετο ὅτε εἰσεπορεύετο ὁ βασιλεὺς εἰς οἰ̃κον κυρίου καὶ ἠ̨̃ρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ θεε τω̃ν παρατρεχόντων
29 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ροβοαμ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
30 καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Ροβοαμ καὶ ἀνὰ μέσον Ιεροβοαμ πάσας τὰς ἡμέρας
31 καὶ ἐκοιμήθη Ροβοαμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Αβιου υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 15

1 καὶ ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει βασιλεύοντος Ιεροβοαμ υἱου̃ Ναβατ βασιλεύει Αβιου υἱὸς Ροβοαμ ἐπὶ Ιουδα
2 καὶ ἓξ ἔτη ἐβασίλευσεν καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Μααχα θυγάτηρ Αβεσσαλωμ
3 καὶ ἐπορεύθη ἐν ται̃ς ἁμαρτίαις του̃ πατρὸς αὐτου̃ αἱ̃ς ἐποίησεν ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠ̃ν ἡ καρδία αὐτου̃ τελεία μετὰ κυρίου θεου̃ αὐτου̃ ὡς ἡ καρδία Δαυιδ του̃ πατρὸς αὐτου̃
4 ὅτι διὰ Δαυιδ ἔδωκεν αὐτω̨̃ κύριος κατάλειμμα ἵνα στήση̨ τέκνα αὐτου̃ μετ' αὐτὸν καὶ στήση̨ τὴν Ιερουσαλημ
5 ὡς ἐποίησεν Δαυιδ τὸ εὐθὲς ἐνώπιον κυρίου οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὡ̃ν ἐνετείλατο αὐτω̨̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃
6 ...
7 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αβιου καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Αβιου καὶ ἀνὰ μέσον Ιεροβοαμ
8 καὶ ἐκοιμήθη Αβιου μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν τω̨̃ εἰκοστω̨̃ καὶ τετάρτω̨ ἔτει του̃ Ιεροβοαμ καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ασα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
9 ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τετάρτω̨ καὶ εἰκοστω̨̃ του̃ Ιεροβοαμ βασιλέως Ισραηλ βασιλεύει Ασα ἐπὶ Ιουδαν
10 καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ανα θυγάτηρ Αβεσσαλωμ
11 καὶ ἐποίησεν Ασα τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃
12 καὶ ἀφει̃λεν τὰς τελετὰς ἀπὸ τη̃ς γη̃ς καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν οἱ πατέρες αὐτου̃
13 καὶ τὴν Ανα τὴν μητέρα αὐτου̃ μετέστησεν του̃ μὴ εἰ̃ναι ἡγουμένην καθὼς ἐποίησεν σύνοδον ἐν τω̨̃ ἄλσει αὐτη̃ς καὶ ἐξέκοψεν Ασα τὰς καταδύσεις αὐτη̃ς καὶ ἐνέπρησεν πυρὶ ἐν τω̨̃ χειμάρρω̨ Κεδρων
14 τὰ δὲ ὑψηλὰ οὐκ ἐξη̃ρεν πλὴν ἡ καρδία Ασα ἠ̃ν τελεία μετὰ κυρίου πάσας τὰς ἡμέρας αὐτου̃
15 καὶ εἰσήνεγκεν τοὺς κίονας του̃ πατρὸς αὐτου̃ καὶ τοὺς κίονας αὐτου̃ εἰσήνεγκεν εἰς τὸν οἰ̃κον κυρίου ἀργυρου̃ς καὶ χρυσου̃ς καὶ σκεύη
16 καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Ασα καὶ ἀνὰ μέσον Βαασα βασιλέως Ισραηλ πάσας τὰς ἡμέρας
17 καὶ ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ὠ̨κοδόμησεν τὴν Ραμα του̃ μὴ εἰ̃ναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τω̨̃ Ασα βασιλει̃ Ιουδα
18 καὶ ἔλαβεν Ασα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοι̃ς θησαυροι̃ς του̃ οἴκου του̃ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χει̃ρας παίδων αὐτου̃ καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ασα πρὸς υἱὸν Αδερ υἱὸν Ταβερεμμαν υἱου̃ Αζιν βασιλέως Συρίας του̃ κατοικου̃ντος ἐν Δαμασκω̨̃ λέγων
19 διάθου διαθήκην ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ καὶ ἀνὰ μέσον του̃ πατρός μου καὶ του̃ πατρός σου ἰδοὺ ἐξαπέσταλκά σοι δω̃ρα ἀργύριον καὶ χρυσίον δευ̃ρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασα βασιλέα Ισραηλ καὶ ἀναβήσεται ἀπ' ἐμου̃
20 καὶ ἤκουσεν υἱὸς Αδερ του̃ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τω̃ν δυνάμεων τω̃ν αὐτου̃ ται̃ς πόλεσιν του̃ Ισραηλ καὶ ἐπάταξεν τὴν Αιν καὶ τὴν Δαν καὶ τὴν Αβελμαα καὶ πα̃σαν τὴν Χεζραθ ἕως πάσης τη̃ς γη̃ς Νεφθαλι
21 καὶ ἐγένετο ὡς ἤκουσεν Βαασα καὶ διέλιπεν του̃ οἰκοδομει̃ν τὴν Ραμα καὶ ἀνέστρεψεν εἰς Θερσα
22 καὶ ὁ βασιλεὺς Ασα παρήγγειλεν παντὶ Ιουδα εἰς Αινακιμ καὶ αἴρουσιν τοὺς λίθους τη̃ς Ραμα καὶ τὰ ξύλα αὐτη̃ς ἃ ὠ̨κοδόμησεν Βαασα καὶ ὠ̨κοδόμησεν ἐν αὐτοι̃ς ὁ βασιλεὺς Ασα πα̃ν βουνὸν Βενιαμιν καὶ τὴν σκοπιάν
23 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ασα καὶ πα̃σα ἡ δυναστεία αὐτου̃ ἣν ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα πλὴν ἐν τω̨̃ καιρω̨̃ του̃ γήρως αὐτου̃ ἐπόνεσεν τοὺς πόδας αὐτου̃
24 καὶ ἐκοιμήθη Ασα καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ιωσαφατ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
25 καὶ Ναδαβ υἱὸς Ιεροβοαμ βασιλεύει ἐπὶ Ισραηλ ἐν ἔτει δευτέρω̨ του̃ Ασα βασιλέως Ιουδα καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἔτη δύο
26 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδω̨̃ του̃ πατρὸς αὐτου̃ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ αἱ̃ς ἐξήμαρτεν τὸν Ισραηλ
27 καὶ περιεκάθισεν αὐτὸν Βαασα υἱὸς Αχια ἐπὶ τὸν οἰ̃κον Βελααν καὶ ἐπάταξεν αὐτὸν ἐν Γαβαθων τη̨̃ τω̃ν ἀλλοφύλων καὶ Ναδαβ καὶ πα̃ς Ισραηλ περιεκάθητο ἐπὶ Γαβαθων
28 καὶ ἐθανάτωσεν αὐτὸν Βαασα ἐν ἔτει τρίτω̨ του̃ Ασα υἱου̃ Αβιου βασιλέως Ιουδα καὶ ἐβασίλευσεν
29 καὶ ἐγένετο ὡς ἐβασίλευσεν καὶ ἐπάταξεν τὸν οἰ̃κον Ιεροβοαμ καὶ οὐχ ὑπελίπετο πα̃σαν πνοὴν του̃ Ιεροβοαμ ἕως του̃ ἐξολεθρευ̃σαι αὐτὸν κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτου̃ Αχια του̃ Σηλωνίτου
30 περὶ τω̃ν ἁμαρτιω̃ν Ιεροβοαμ ὡς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἐν τω̨̃ παροργισμω̨̃ αὐτου̃ ὡ̨̃ παρώργισεν τὸν κύριον θεὸν του̃ Ισραηλ
31 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ναδαβ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐστὶν ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ
32 ...
33 καὶ ἐν τω̨̃ ἔτει τω̨̃ τρίτω̨ του̃ Ασα βασιλέως Ιουδα βασιλεύει Βαασα υἱὸς Αχια ἐπὶ Ισραηλ ἐν Θερσα εἴκοσι καὶ τέσσαρα ἔτη
34 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 16

1 καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ιου υἱου̃ Ανανι πρὸς Βαασα
2 ἀνθ' ὡ̃ν ὕψωσά σε ἀπὸ τη̃ς γη̃ς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐπορεύθης ἐν τη̨̃ ὁδω̨̃ Ιεροβοαμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ισραηλ του̃ παροργίσαι με ἐν τοι̃ς ματαίοις αὐτω̃ν
3 ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασα καὶ ὄπισθεν του̃ οἴκου αὐτου̃ καὶ δώσω τὸν οἰ̃κόν σου ὡς τὸν οἰ̃κον Ιεροβοαμ υἱου̃ Ναβατ
4 τὸν τεθνηκότα του̃ Βαασα ἐν τη̨̃ πόλει καταφάγονται αὐτὸν οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτου̃ ἐν τω̨̃ πεδίω̨ καταφάγονται αὐτὸν τὰ πετεινὰ του̃ οὐρανου̃
5 καὶ τὰ λοιπὰ τω̃ν λόγων Βαασα καὶ πάντα ἃ ἐποίησεν καὶ αἱ δυναστει̃αι αὐτου̃ οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
6 καὶ ἐκοιμήθη Βαασα μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται ἐν Θερσα καὶ βασιλεύει Ηλα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ ἐν τω̨̃ εἰκοστω̨̃ ἔτει βασιλέως Ασα
7 καὶ ἐν χειρὶ Ιου υἱου̃ Ανανι ἐλάλησεν κύριος ἐπὶ Βαασα καὶ ἐπὶ τὸν οἰ̃κον αὐτου̃ πα̃σαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον κυρίου του̃ παροργίσαι αὐτὸν ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτου̃ του̃ εἰ̃ναι κατὰ τὸν οἰ̃κον Ιεροβοαμ καὶ ὑπὲρ του̃ πατάξαι αὐτόν
8 καὶ Ηλα υἱὸς Βαασα ἐβασίλευσεν ἐπὶ Ισραηλ δύο ἔτη ἐν Θερσα
9 καὶ συνέστρεψεν ἐπ' αὐτὸν Ζαμβρι ὁ ἄρχων τη̃ς ἡμίσους τη̃ς ἵππου καὶ αὐτὸς ἠ̃ν ἐν Θερσα πίνων μεθύων ἐν τω̨̃ οἴκω̨ Ωσα του̃ οἰκονόμου ἐν Θερσα
10 καὶ εἰση̃λθεν Ζαμβρι καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃
11 καὶ ἐγενήθη ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν ἐν τω̨̃ καθίσαι αὐτὸν ἐπὶ του̃ θρόνου αὐτου̃ καὶ ἐπάταξεν ὅλον τὸν οἰ̃κον Βαασα
12 κατὰ τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος ἐπὶ τὸν οἰ̃κον Βαασα πρὸς Ιου τὸν προφήτην
13 περὶ πασω̃ν τω̃ν ἁμαρτιω̃ν Βαασα καὶ Ηλα του̃ υἱου̃ αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ του̃ παροργίσαι κύριον τὸν θεὸν Ισραηλ ἐν τοι̃ς ματαίοις αὐτω̃ν
14 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ηλα καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
15 καὶ Ζαμβρι ἐβασίλευσεν ἑπτὰ ἡμέρας ἐν Θερσα καὶ ἡ παρεμβολὴ Ισραηλ ἐπὶ Γαβαθων τὴν τω̃ν ἀλλοφύλων
16 καὶ ἤκουσεν ὁ λαὸς ἐν τη̨̃ παρεμβολη̨̃ λεγόντων συνεστράφη Ζαμβρι καὶ ἔπαισεν τὸν βασιλέα καὶ ἐβασίλευσαν ἐν Ισραηλ τὸν Αμβρι τὸν ἡγούμενον τη̃ς στρατια̃ς ἐπὶ Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν τη̨̃ παρεμβολη̨̃
17 καὶ ἀνέβη Αμβρι καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Γαβαθων καὶ περιεκάθισαν ἐπὶ Θερσα
18 καὶ ἐγενήθη ὡς εἰ̃δεν Ζαμβρι ὅτι προκατείλημπται αὐτου̃ ἡ πόλις καὶ εἰσπορεύεται εἰς ἄντρον του̃ οἴκου του̃ βασιλέως καὶ ἐνεπύρισεν ἐπ' αὐτὸν τὸν οἰ̃κον του̃ βασιλέως ἐν πυρὶ καὶ ἀπέθανεν
19 ὑπὲρ τω̃ν ἁμαρτιω̃ν αὐτου̃ ὡ̃ν ἐποίησεν του̃ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου πορευθη̃ναι ἐν ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ
20 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ζαμβρι καὶ τὰς συνάψεις αὐτου̃ ἃς συνη̃ψεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
21 τότε μερίζεται ὁ λαὸς Ισραηλ ἥμισυ του̃ λαου̃ γίνεται ὀπίσω Θαμνι υἱου̃ Γωναθ του̃ βασιλευ̃σαι αὐτόν καὶ τὸ ἥμισυ του̃ λαου̃ γίνεται ὀπίσω Αμβρι
22 ὁ λαὸς ὁ ὢν ὀπίσω Αμβρι ὑπερεκράτησεν τὸν λαὸν τὸν ὀπίσω Θαμνι υἱου̃ Γωναθ καὶ ἀπέθανεν Θαμνι καὶ Ιωραμ ὁ ἀδελφὸς αὐτου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἐβασίλευσεν Αμβρι μετὰ Θαμνι
23 ἐν τω̨̃ ἔτει τω̨̃ τριακοστω̨̃ καὶ πρώτω̨ του̃ βασιλέως Ασα βασιλεύει Αμβρι ἐπὶ Ισραηλ δώδεκα ἔτη ἐν Θερσα βασιλεύει ἓξ ἔτη
24 καὶ ἐκτήσατο Αμβρι τὸ ὄρος τὸ Σεμερων παρὰ Σεμηρ του̃ κυρίου του̃ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ὠ̨κοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα του̃ ὄρους οὑ̃ ὠ̨κοδόμεσεν ἐπὶ τω̨̃ ὀνόματι Σεμηρ του̃ κυρίου του̃ ὄρους Σαεμηρων
25 καὶ ἐποίησεν Αμβρι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτου̃
26 καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ αἱ̃ς ἐξήμαρτεν τὸν Ισραηλ του̃ παροργίσαι τὸν κύριον θεὸν Ισραηλ ἐν τοι̃ς ματαίοις αὐτω̃ν
27 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αμβρι καὶ πάντα ἃ ἐποίησεν καὶ ἡ δυναστεία αὐτου̃ οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
28 καὶ ἐκοιμήθη Αμβρι μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται ἐν Σαμαρεία̨ καὶ βασιλεύει Αχααβ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
29 ἐν ἔτει δευτέρω̨ τω̨̃ Ιωσαφατ βασιλεύει Αχααβ υἱὸς Αμβρι ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ εἴκοσι καὶ δύο ἔτη
30 καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτου̃
31 καὶ οὐκ ἠ̃ν αὐτω̨̃ ἱκανὸν του̃ πορεύεσθαι ἐν ται̃ς ἁμαρτίαις Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἔλαβεν γυναι̃κα τὴν Ιεζαβελ θυγατέρα Ιεθεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τω̨̃ Βααλ καὶ προσεκύνησεν αὐτω̨̃
32 καὶ ἔστησεν θυσιαστήριον τω̨̃ Βααλ ἐν οἴκω̨ τω̃ν προσοχθισμάτων αὐτου̃ ὃν ὠ̨κοδόμησεν ἐν Σαμαρεία̨
33 καὶ ἐποίησεν Αχααβ ἄλσος καὶ προσέθηκεν Αχααβ του̃ ποιη̃σαι παροργίσματα του̃ παροργίσαι τὴν ψυχὴν αὐτου̃ του̃ ἐξολεθρευθη̃ναι ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλει̃ς Ισραηλ τοὺς γενομένους ἔμπροσθεν αὐτου̃
34 ἐν ται̃ς ἡμέραις αὐτου̃ ὠ̨κοδόμησεν Αχιηλ ὁ Βαιθηλίτης τὴν Ιεριχω ἐν τω̨̃ Αβιρων τω̨̃ πρωτοτόκω̨ αὐτου̃ ἐθεμελίωσεν αὐτὴν καὶ τω̨̃ Σεγουβ τω̨̃ νεωτέρω̨ αὐτου̃ ἐπέστησεν θύρας αὐτη̃ς κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ιησου υἱου̃ Ναυη
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).