Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 15

καὶ ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει βασιλεύοντος Ιεροβοαμ υἱου̃ Ναβατ βασιλεύει Αβιου υἱὸς Ροβοαμ ἐπὶ Ιουδα
καὶ ἓξ ἔτη ἐβασίλευσεν καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Μααχα θυγάτηρ Αβεσσαλωμ
καὶ ἐπορεύθη ἐν ται̃ς ἁμαρτίαις του̃ πατρὸς αὐτου̃ αἱ̃ς ἐποίησεν ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠ̃ν ἡ καρδία αὐτου̃ τελεία μετὰ κυρίου θεου̃ αὐτου̃ ὡς ἡ καρδία Δαυιδ του̃ πατρὸς αὐτου̃
ὅτι διὰ Δαυιδ ἔδωκεν αὐτω̨̃ κύριος κατάλειμμα ἵνα στήση̨ τέκνα αὐτου̃ μετ' αὐτὸν καὶ στήση̨ τὴν Ιερουσαλημ
ὡς ἐποίησεν Δαυιδ τὸ εὐθὲς ἐνώπιον κυρίου οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὡ̃ν ἐνετείλατο αὐτω̨̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃
...
καὶ τὰ λοιπὰ τω̃ν λόγων Αβιου καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Αβιου καὶ ἀνὰ μέσον Ιεροβοαμ
καὶ ἐκοιμήθη Αβιου μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν τω̨̃ εἰκοστω̨̃ καὶ τετάρτω̨ ἔτει του̃ Ιεροβοαμ καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ασα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τετάρτω̨ καὶ εἰκοστω̨̃ του̃ Ιεροβοαμ βασιλέως Ισραηλ βασιλεύει Ασα ἐπὶ Ιουδαν
10 καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ανα θυγάτηρ Αβεσσαλωμ
11 καὶ ἐποίησεν Ασα τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃
12 καὶ ἀφει̃λεν τὰς τελετὰς ἀπὸ τη̃ς γη̃ς καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν οἱ πατέρες αὐτου̃
13 καὶ τὴν Ανα τὴν μητέρα αὐτου̃ μετέστησεν του̃ μὴ εἰ̃ναι ἡγουμένην καθὼς ἐποίησεν σύνοδον ἐν τω̨̃ ἄλσει αὐτη̃ς καὶ ἐξέκοψεν Ασα τὰς καταδύσεις αὐτη̃ς καὶ ἐνέπρησεν πυρὶ ἐν τω̨̃ χειμάρρω̨ Κεδρων
14 τὰ δὲ ὑψηλὰ οὐκ ἐξη̃ρεν πλὴν ἡ καρδία Ασα ἠ̃ν τελεία μετὰ κυρίου πάσας τὰς ἡμέρας αὐτου̃
15 καὶ εἰσήνεγκεν τοὺς κίονας του̃ πατρὸς αὐτου̃ καὶ τοὺς κίονας αὐτου̃ εἰσήνεγκεν εἰς τὸν οἰ̃κον κυρίου ἀργυρου̃ς καὶ χρυσου̃ς καὶ σκεύη
16 καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Ασα καὶ ἀνὰ μέσον Βαασα βασιλέως Ισραηλ πάσας τὰς ἡμέρας
17 καὶ ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ὠ̨κοδόμησεν τὴν Ραμα του̃ μὴ εἰ̃ναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τω̨̃ Ασα βασιλει̃ Ιουδα
18 καὶ ἔλαβεν Ασα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοι̃ς θησαυροι̃ς του̃ οἴκου του̃ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χει̃ρας παίδων αὐτου̃ καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ασα πρὸς υἱὸν Αδερ υἱὸν Ταβερεμμαν υἱου̃ Αζιν βασιλέως Συρίας του̃ κατοικου̃ντος ἐν Δαμασκω̨̃ λέγων
19 διάθου διαθήκην ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ καὶ ἀνὰ μέσον του̃ πατρός μου καὶ του̃ πατρός σου ἰδοὺ ἐξαπέσταλκά σοι δω̃ρα ἀργύριον καὶ χρυσίον δευ̃ρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασα βασιλέα Ισραηλ καὶ ἀναβήσεται ἀπ' ἐμου̃
20 καὶ ἤκουσεν υἱὸς Αδερ του̃ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τω̃ν δυνάμεων τω̃ν αὐτου̃ ται̃ς πόλεσιν του̃ Ισραηλ καὶ ἐπάταξεν τὴν Αιν καὶ τὴν Δαν καὶ τὴν Αβελμαα καὶ πα̃σαν τὴν Χεζραθ ἕως πάσης τη̃ς γη̃ς Νεφθαλι
21 καὶ ἐγένετο ὡς ἤκουσεν Βαασα καὶ διέλιπεν του̃ οἰκοδομει̃ν τὴν Ραμα καὶ ἀνέστρεψεν εἰς Θερσα
22 καὶ ὁ βασιλεὺς Ασα παρήγγειλεν παντὶ Ιουδα εἰς Αινακιμ καὶ αἴρουσιν τοὺς λίθους τη̃ς Ραμα καὶ τὰ ξύλα αὐτη̃ς ἃ ὠ̨κοδόμησεν Βαασα καὶ ὠ̨κοδόμησεν ἐν αὐτοι̃ς ὁ βασιλεὺς Ασα πα̃ν βουνὸν Βενιαμιν καὶ τὴν σκοπιάν
23 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ασα καὶ πα̃σα ἡ δυναστεία αὐτου̃ ἣν ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα πλὴν ἐν τω̨̃ καιρω̨̃ του̃ γήρως αὐτου̃ ἐπόνεσεν τοὺς πόδας αὐτου̃
24 καὶ ἐκοιμήθη Ασα καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ιωσαφατ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
25 καὶ Ναδαβ υἱὸς Ιεροβοαμ βασιλεύει ἐπὶ Ισραηλ ἐν ἔτει δευτέρω̨ του̃ Ασα βασιλέως Ιουδα καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἔτη δύο
26 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδω̨̃ του̃ πατρὸς αὐτου̃ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ αἱ̃ς ἐξήμαρτεν τὸν Ισραηλ
27 καὶ περιεκάθισεν αὐτὸν Βαασα υἱὸς Αχια ἐπὶ τὸν οἰ̃κον Βελααν καὶ ἐπάταξεν αὐτὸν ἐν Γαβαθων τη̨̃ τω̃ν ἀλλοφύλων καὶ Ναδαβ καὶ πα̃ς Ισραηλ περιεκάθητο ἐπὶ Γαβαθων
28 καὶ ἐθανάτωσεν αὐτὸν Βαασα ἐν ἔτει τρίτω̨ του̃ Ασα υἱου̃ Αβιου βασιλέως Ιουδα καὶ ἐβασίλευσεν
29 καὶ ἐγένετο ὡς ἐβασίλευσεν καὶ ἐπάταξεν τὸν οἰ̃κον Ιεροβοαμ καὶ οὐχ ὑπελίπετο πα̃σαν πνοὴν του̃ Ιεροβοαμ ἕως του̃ ἐξολεθρευ̃σαι αὐτὸν κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτου̃ Αχια του̃ Σηλωνίτου
30 περὶ τω̃ν ἁμαρτιω̃ν Ιεροβοαμ ὡς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἐν τω̨̃ παροργισμω̨̃ αὐτου̃ ὡ̨̃ παρώργισεν τὸν κύριον θεὸν του̃ Ισραηλ
31 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ναδαβ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐστὶν ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ
32 ...
33 καὶ ἐν τω̨̃ ἔτει τω̨̃ τρίτω̨ του̃ Ασα βασιλέως Ιουδα βασιλεύει Βαασα υἱὸς Αχια ἐπὶ Ισραηλ ἐν Θερσα εἴκοσι καὶ τέσσαρα ἔτη
34 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).