Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 21

καὶ ἀμπελὼν εἱ̃ς ἠ̃ν τω̨̃ Ναβουθαι τω̨̃ Ιεζραηλίτη̨ παρὰ τω̨̃ ἅλω̨ Αχααβ βασιλέως Σαμαρείας
καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουθαι λέγων δός μοι τὸν ἀμπελω̃νά σου καὶ ἔσται μοι εἰς κη̃πον λαχάνων ὅτι ἐγγίων οὑ̃τος τω̨̃ οἴκω̨ μου καὶ δώσω σοι ἀμπελω̃να ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν εἰ δὲ ἀρέσκει ἐνώπιόν σου δώσω σοι ἀργύριον ἀντάλλαγμα του̃ ἀμπελω̃νός σου τούτου καὶ ἔσται μοι εἰς κη̃πον λαχάνων
καὶ εἰ̃πεν Ναβουθαι πρὸς Αχααβ μή μοι γένοιτο παρὰ θεου̃ μου δου̃ναι κληρονομίαν πατέρων μου σοί
καὶ ἐγένετο τὸ πνευ̃μα Αχααβ τεταραγμένον καὶ ἐκοιμήθη ἐπὶ τη̃ς κλίνης αὐτου̃ καὶ συνεκάλυψεν τὸ πρώσωπον αὐτου̃ καὶ οὐκ ἔφαγεν ἄρτον
καὶ εἰση̃λθεν Ιεζαβελ ἡ γυνὴ αὐτου̃ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν τί τὸ πνευ̃μά σου τεταραγμένον καὶ οὐκ εἰ̃ σὺ ἐσθίων ἄρτον
καὶ εἰ̃πεν πρὸς αὐτήν ὅτι ἐλάλησα πρὸς Ναβουθαι τὸν Ιεζραηλίτην λέγων δός μοι τὸν ἀμπελω̃νά σου ἀργυρίου εἰ δὲ βούλει δώσω σοι ἀμπελω̃να ἄλλον ἀντ' αὐτου̃ καὶ εἰ̃πεν οὐ δώσω σοι κληρονομίαν πατέρων μου
καὶ εἰ̃πεν πρὸς αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτου̃ σὺ νυ̃ν οὕτως ποιει̃ς βασιλέα ἐπὶ Ισραηλ ἀνάστηθι φάγε ἄρτον καὶ σαυτου̃ γενου̃ ἐγὼ δώσω σοι τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου
καὶ ἔγραψεν βιβλίον ἐπὶ τω̨̃ ὀνόματι Αχααβ καὶ ἐσφραγίσατο τη̨̃ σφραγι̃δι αὐτου̃ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικου̃ντας μετὰ Ναβουθαι
καὶ ἐγέγραπτο ἐν τοι̃ς βιβλίοις λέγων νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαι ἐν ἀρχη̨̃ του̃ λαου̃
10 καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξ ἐναντίας αὐτου̃ καὶ καταμαρτυρησάτωσαν αὐτου̃ λέγοντες ηὐλόγησεν θεὸν καὶ βασιλέα καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτόν καὶ ἀποθανέτω
11 καὶ ἐποίησαν οἱ ἄνδρες τη̃ς πόλεως αὐτου̃ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικου̃ντες ἐν τη̨̃ πόλει αὐτου̃ καθὰ ἀπέστειλεν πρὸς αὐτοὺς Ιεζαβελ καθὰ γέγραπται ἐν τοι̃ς βιβλίοις οἱ̃ς ἀπέστειλεν πρὸς αὐτούς
12 ἐκάλεσαν νηστείαν καὶ ἐκάθισαν τὸν Ναβουθαι ἐν ἀρχη̨̃ του̃ λαου̃
13 καὶ ἠ̃λθον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτου̃ καὶ κατεμαρτύρησαν αὐτου̃ λέγοντες ηὐλόγηκας θεὸν καὶ βασιλέα καὶ ἐξήγαγον αὐτὸν ἔξω τη̃ς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις καὶ ἀπέθανεν
14 καὶ ἀπέστειλαν πρὸς Ιεζαβελ λέγοντες λελιθοβόληται Ναβουθαι καὶ τέθνηκεν
15 καὶ ἐγένετο ὡς ἤκουσεν Ιεζαβελ καὶ εἰ̃πεν πρὸς Αχααβ ἀνάστα κληρονόμει τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου ὃς οὐκ ἔδωκέν σοι ἀργυρίου ὅτι οὐκ ἔστιν Ναβουθαι ζω̃ν ὅτι τέθνηκεν
16 καὶ ἐγένετο ὡς ἤκουσεν Αχααβ ὅτι τέθνηκεν Ναβουθαι ὁ Ιεζραηλίτης καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃ καὶ περιεβάλετο σάκκον καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἀνέστη καὶ κατέβη Αχααβ εἰς τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου κληρονομη̃σαι αὐτόν
17 καὶ εἰ̃πεν κύριος πρὸς Ηλιου τὸν Θεσβίτην λέγων
18 ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Αχααβ βασιλέως Ισραηλ του̃ ἐν Σαμαρεία̨ ἰδοὺ οὑ̃τος ἐν ἀμπελω̃νι Ναβουθαι ὅτι καταβέβηκεν ἐκει̃ κληρονομη̃σαι αὐτόν
19 καὶ λαλήσεις πρὸς αὐτὸν λέγων τάδε λέγει κύριος ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας διὰ του̃το τάδε λέγει κύριος ἐν παντὶ τόπω̨ ὡ̨̃ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἱ̃μα Ναβουθαι ἐκει̃ λείξουσιν οἱ κύνες τὸ αἱ̃μά σου καὶ αἱ πόρναι λούσονται ἐν τω̨̃ αἵματί σου
20 καὶ εἰ̃πεν Αχααβ πρὸς Ηλιου εἰ εὕρηκάς με ὁ ἐχθρός μου καὶ εἰ̃πεν εὕρηκα διότι μάτην πέπρασαι ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου παροργίσαι αὐτόν
21 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεθρεύσω του̃ Αχααβ οὐρου̃ντα πρὸς τοι̃χον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ
22 καὶ δώσω τὸν οἰ̃κόν σου ὡς τὸν οἰ̃κον Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ὡς τὸν οἰ̃κον Βαασα υἱου̃ Αχια περὶ τω̃ν παροργισμάτων ὡ̃ν παρώργισας καὶ ἐξήμαρτες τὸν Ισραηλ
23 καὶ τη̨̃ Ιεζαβελ ἐλάλησεν κύριος λέγων οἱ κύνες καταφάγονται αὐτὴν ἐν τω̨̃ προτειχίσματι Ιεζραελ
24 τὸν τεθνηκότα του̃ Αχααβ ἐν τη̨̃ πόλει φάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτου̃ ἐν τω̨̃ πεδίω̨ φάγονται τὰ πετεινὰ του̃ οὐρανου̃
25 πλὴν ματαίως Αχααβ ὡς ἐπράθη ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου ὡς μετέθηκεν αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτου̃
26 καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τω̃ν βδελυγμάτων κατὰ πάντα ἃ ἐποίησεν ὁ Αμορραι̃ος ὃν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱω̃ν Ισραηλ
27 καὶ ὑπὲρ του̃ λόγου ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου του̃ κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτω̃να αὐτου̃ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σω̃μα αὐτου̃ καὶ ἐνήστευσεν καὶ περιεβάλετο σάκκον ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐπάταξεν Ναβουθαι τὸν Ιεζραηλίτην
28 καὶ ἐγένετο ῥη̃μα κυρίου ἐν χειρὶ δούλου αὐτου̃ Ηλιου περὶ Αχααβ καὶ εἰ̃πεν κύριος
29 ἑώρακας ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου μου οὐκ ἐπάξω τὴν κακίαν ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀλλ' ἐν ται̃ς ἡμέραις του̃ υἱου̃ αὐτου̃ ἐπάξω τὴν κακίαν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).