ΒΑΣΙΛΕΙΩΝ Γ,
κεφαλίς 22,
στἰχοι 5-12
5 καὶ εἰ̃πεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον |
6 καὶ συνήθροισεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας καὶ εἰ̃πεν αὐτοι̃ς ὁ βασιλεύς εἰ πορευθω̃ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἰ̃παν ἀνάβαινε καὶ διδοὺς δώσει κύριος εἰς χει̃ρας του̃ βασιλέως |
7 καὶ εἰ̃πεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ οὐκ ἔστιν ὡ̃δε προφήτης του̃ κυρίου καὶ ἐπερωτήσομεν τὸν κύριον δι' αὐτου̃ |
8 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἔτι ἔστιν ἀνὴρ εἱ̃ς του̃ ἐπερωτη̃σαι τὸν κύριον δι' αὐτου̃ καὶ ἐγὼ μεμίσηκα αὐτόν ὅτι οὐ λαλει̃ περὶ ἐμου̃ καλά ἀλλ' ἢ κακά Μιχαιας υἱὸς Ιεμλα καὶ εἰ̃πεν Ιωσαφατ βασιλεὺς Ιουδα μὴ λεγέτω ὁ βασιλεὺς οὕτως |
9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνου̃χον ἕνα καὶ εἰ̃πεν τάχος Μιχαιαν υἱὸν Ιεμλα |
10 καὶ ὁ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα ἐκάθηντο ἀνὴρ ἐπὶ του̃ θρόνου αὐτου̃ ἔνοπλοι ἐν ται̃ς πύλαις Σαμαρείας καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον ἐνώπιον αὐτω̃ν |
11 καὶ ἐποίησεν ἑαυτω̨̃ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρα̃ καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐν τούτοις κερατιει̃ς τὴν Συρίαν ἕως συντελεσθη̨̃ |
12 καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς Ρεμμαθ Γαλααδ καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χει̃ράς σου καὶ τὸν βασιλέα Συρίας |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.