Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 5

καὶ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τω̨̃ βασιλει̃ Σαλωμων καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν του̃ βασιλέως ἕκαστος μη̃να αὐτου̃ οὐ παραλλάσσουσιν λόγον καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοι̃ς ἵπποις καὶ τοι̃ς ἅρμασιν ἠ̨̃ρον εἰς τὸν τόπον οὑ̃ ἂν ἠ̨̃ ὁ βασιλεύς ἕκαστος κατὰ τὴν σύνταξιν αὐτου̃
καὶ ταυ̃τα τὰ δέοντα τω̨̃ Σαλωμων ἐν ἡμέρα̨ μια̨̃ τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου
καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτω̃ν σιτευτά
ὅτι ἠ̃ν ἄρχων πέραν του̃ ποταμου̃ καὶ ἠ̃ν αὐτω̨̃ εἰρήνη ἐκ πάντων τω̃ν μερω̃ν κυκλόθεν
...
...
...
...
καὶ ἔδωκεν κύριος φρόνησιν τω̨̃ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν
10 καὶ ἐπληθύνθη Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου
11 καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ Γαιθαν τὸν Εζραΐτην καὶ τὸν Αιμαν καὶ τὸν Χαλκαλ καὶ Δαρδα υἱοὺς Μαλ
12 καὶ ἐλάλησεν Σαλωμων τρισχιλίας παραβολάς καὶ ἠ̃σαν ὠ̨δαὶ αὐτου̃ πεντακισχίλιαι
13 καὶ ἐλάλησεν περὶ τω̃ν ξύλων ἀπὸ τη̃ς κέδρου τη̃ς ἐν τω̨̃ Λιβάνω̨ καὶ ἕως τη̃ς ὑσσώπου τη̃ς ἐκπορευομένης διὰ του̃ τοίχου καὶ ἐλάλησεν περὶ τω̃ν κτηνω̃ν καὶ περὶ τω̃ν πετεινω̃ν καὶ περὶ τω̃ν ἑρπετω̃ν καὶ περὶ τω̃ν ἰχθύων
14 καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκου̃σαι τη̃ς σοφίας Σαλωμων καὶ ἐλάμβανεν δω̃ρα παρὰ πάντων τω̃ν βασιλέων τη̃ς γη̃ς ὅσοι ἤκουον τη̃ς σοφίας αὐτου̃
15 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου τοὺς παι̃δας αὐτου̃ χρι̃σαι τὸν Σαλωμων ἀντὶ Δαυιδ του̃ πατρὸς αὐτου̃ ὅτι ἀγαπω̃ν ἠ̃ν Χιραμ τὸν Δαυιδ πάσας τὰς ἡμέρας
16 καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ λέγων
17 σὺ οἰ̃δας Δαυιδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ μου ἀπὸ προσώπου τω̃ν πολέμων τω̃ν κυκλωσάντων αὐτὸν ἕως του̃ δου̃ναι κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τω̃ν ποδω̃ν αὐτου̃
18 καὶ νυ̃ν ἀνέπαυσε κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἀπάντημα πονηρόν
19 καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ μου καθὼς ἐλάλησεν κύριος ὁ θεὸς πρὸς Δαυιδ τὸν πατέρα μου λέγων ὁ υἱός σου ὃν δώσω ἀντὶ σου̃ ἐπὶ τὸν θρόνον σου οὑ̃τος οἰκοδομήσει τὸν οἰ̃κον τω̨̃ ὀνόματί μου
20 καὶ νυ̃ν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ του̃ Λιβάνου καὶ ἰδοὺ οἱ δου̃λοί μου μετὰ τω̃ν δούλων σου καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἐὰν εἴπη̨ς ὅτι σὺ οἰ̃δας ὅτι οὐκ ἔστιν ἡμι̃ν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι
21 καὶ ἐγενήθη καθὼς ἤκουσεν Χιραμ τω̃ν λόγων Σαλωμων ἐχάρη σφόδρα καὶ εἰ̃πεν εὐλογητὸς ὁ θεὸς σήμερον ὃς ἔδωκεν τω̨̃ Δαυιδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν του̃τον
22 καὶ ἀπέστειλεν πρὸς Σαλωμων λέγων ἀκήκοα περὶ πάντων ὡ̃ν ἀπέσταλκας πρός με ἐγὼ ποιήσω πα̃ν θέλημά σου ξύλα κέδρινα καὶ πεύκινα
23 οἱ δου̃λοί μου κατάξουσιν αὐτὰ ἐκ του̃ Λιβάνου εἰς τὴν θάλασσαν ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως του̃ τόπου οὑ̃ ἐὰν ἀποστείλη̨ς πρός με καὶ ἐκτινάξω αὐτὰ ἐκει̃ καὶ σὺ ἀρει̃ς καὶ ποιήσεις τὸ θέλημά μου του̃ δου̃ναι ἄρτους τω̨̃ οἴκω̨ μου
24 καὶ ἠ̃ν Χιραμ διδοὺς τω̨̃ Σαλωμων κέδρους καὶ πα̃ν θέλημα αὐτου̃
25 καὶ Σαλωμων ἔδωκεν τω̨̃ Χιραμ εἴκοσι χιλιάδας κόρους πυρου̃ καὶ μαχιρ τω̨̃ οἴκω̨ αὐτου̃ καὶ εἴκοσι χιλιάδας βεθ ἐλαίου κεκομμένου κατὰ του̃το ἐδίδου Σαλωμων τω̨̃ Χιραμ κατ' ἐνιαυτόν
26 καὶ κύριος ἔδωκεν σοφίαν τω̨̃ Σαλωμων καθὼς ἐλάλησεν αὐτω̨̃ καὶ ἠ̃ν εἰρήνη ἀνὰ μέσον Χιραμ καὶ ἀνὰ μέσον Σαλωμων καὶ διέθεντο διαθήκην ἀνὰ μέσον ἑαυτω̃ν
27 καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς Ισραηλ καὶ ἠ̃ν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρω̃ν
28 καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον δέκα χιλιάδες ἐν τω̨̃ μηνί ἀλλασσόμενοι μη̃να ἠ̃σαν ἐν τω̨̃ Λιβάνω̨ καὶ δύο μη̃νας ἐν οἴκω̨ αὐτω̃ν καὶ Αδωνιραμ ἐπὶ του̃ φόρου
29 καὶ ἠ̃ν τω̨̃ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τω̨̃ ὄρει
30 χωρὶς ἀρχόντων τω̃ν καθεσταμένων ἐπὶ τω̃ν ἔργων τω̃ν Σαλωμων τρει̃ς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιου̃ντες τὰ ἔργα
31 ...
32 καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).