Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 10

καὶ τω̨̃ Αχααβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρεία̨ καὶ ἔγραψεν Ιου βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρεία̨ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς υἱω̃ν Αχααβ λέγων
καὶ νυ̃ν ὡς ἐὰν ἔλθη̨ τὸ βιβλίον του̃το πρὸς ὑμα̃ς μεθ' ὑμω̃ν οἱ υἱοὶ του̃ κυρίου ὑμω̃ν καὶ μεθ' ὑμω̃ν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα
καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθη̃ ἐν τοι̃ς υἱοι̃ς του̃ κυρίου ὑμω̃ν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον του̃ πατρὸς αὐτου̃ καὶ πολεμει̃τε ὑπὲρ του̃ οἴκου του̃ κυρίου ὑμω̃ν
καὶ ἐφοβήθησαν σφόδρα καὶ εἰ̃πον ἰδοὺ οἱ δύο βασιλει̃ς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτου̃ καὶ πω̃ς στησόμεθα ἡμει̃ς
καὶ ἀπέστειλαν οἱ ἐπὶ του̃ οἴκου καὶ οἱ ἐπὶ τη̃ς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ιου λέγοντες παι̃δές σου ἡμει̃ς καὶ ὅσα ἐὰν εἴπη̨ς πρὸς ἡμα̃ς ποιήσομεν οὐ βασιλεύσομεν ἄνδρα τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου ποιήσομεν
καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων εἰ ἐμοὶ ὑμει̃ς καὶ τη̃ς φωνη̃ς μου ὑμει̃ς εἰσακούετε λάβετε τὴν κεφαλὴν ἀνδρω̃ν τω̃ν υἱω̃ν του̃ κυρίου ὑμω̃ν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον εἰς Ιεζραελ καὶ οἱ υἱοὶ του̃ βασιλέως ἠ̃σαν ἑβδομήκοντα ἄνδρες οὑ̃τοι ἁδροὶ τη̃ς πόλεως ἐξέτρεφον αὐτούς
καὶ ἐγένετο ὡς ἠ̃λθεν τὸ βιβλίον πρὸς αὐτούς καὶ ἔλαβον τοὺς υἱοὺς του̃ βασιλέως καὶ ἔσφαξαν αὐτούς ἑβδομήκοντα ἄνδρας καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτω̃ν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ιεζραελ
καὶ ἠ̃λθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων ἤνεγκαν τὰς κεφαλὰς τω̃ν υἱω̃ν του̃ βασιλέως καὶ εἰ̃πεν θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τη̃ς πύλης εἰς πρωί
καὶ ἐγένετο πρωὶ καὶ ἐξη̃λθεν καὶ ἔστη ἐν τω̨̃ πυλω̃νι τη̃ς πόλεως καὶ εἰ̃πεν πρὸς πάντα τὸν λαόν δίκαιοι ὑμει̃ς ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν καὶ τίς ἐπάταξεν πάντας τούτους
10 ἴδετε αφφω ὅτι οὐ πεσει̃ται ἀπὸ του̃ ῥήματος κυρίου εἰς τὴν γη̃ν οὑ̃ ἐλάλησεν κύριος ἐπὶ τὸν οἰ̃κον Αχααβ καὶ κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτου̃ Ηλιου
11 καὶ ἐπάταξεν Ιου πάντας τοὺς καταλειφθέντας ἐν τω̨̃ οἴκω̨ Αχααβ ἐν Ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτου̃ καὶ τοὺς γνωστοὺς αὐτου̃ καὶ τοὺς ἱερει̃ς αὐτου̃ ὥστε μὴ καταλιπει̃ν αὐτου̃ κατάλειμμα
12 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν αὐτὸς ἐν Βαιθακαδ τω̃ν ποιμένων ἐν τη̨̃ ὁδω̨̃
13 καὶ Ιου εὑ̃ρεν τοὺς ἀδελφοὺς Οχοζιου βασιλέως Ιουδα καὶ εἰ̃πεν τίνες ὑμει̃ς καὶ εἰ̃πον οἱ ἀδελφοὶ Οχοζιου ἡμει̃ς καὶ κατέβημεν εἰς εἰρήνην τω̃ν υἱω̃ν του̃ βασιλέως καὶ τω̃ν υἱω̃ν τη̃ς δυναστευούσης
14 καὶ εἰ̃πεν συλλάβετε αὐτοὺς ζω̃ντας καὶ συνέλαβον αὐτοὺς ζω̃ντας καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακαδ τεσσαράκοντα καὶ δύο ἄνδρας οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτω̃ν
15 καὶ ἐπορεύθη ἐκει̃θεν καὶ εὑ̃ρεν τὸν Ιωναδαβ υἱὸν Ρηχαβ ἐν τη̨̃ ὁδω̨̃ εἰς ἀπαντὴν αὐτου̃ καὶ εὐλόγησεν αὐτόν καὶ εἰ̃πεν πρὸς αὐτὸν Ιου εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐθει̃α καθὼς ἡ καρδία μου μετὰ τη̃ς καρδίας σου καὶ εἰ̃πεν Ιωναδαβ ἔστιν καὶ εἰ̃πεν Ιου καὶ εἰ ἔστιν δὸς τὴν χει̃ρά σου καὶ ἔδωκεν τὴν χει̃ρα αὐτου̃ καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
16 καὶ εἰ̃πεν πρὸς αὐτόν δευ̃ρο μετ' ἐμου̃ καὶ ἰδὲ ἐν τω̨̃ ζηλω̃σαί με τω̨̃ κυρίω̨ Σαβαωθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τω̨̃ ἅρματι αὐτου̃
17 καὶ εἰση̃λθεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν πάντας τοὺς καταλειφθέντας του̃ Αχααβ ἐν Σαμαρεία̨ ἕως του̃ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν πρὸς Ηλιου
18 καὶ συνήθροισεν Ιου πάντα τὸν λαὸν καὶ εἰ̃πεν πρὸς αὐτούς Αχααβ ἐδούλευσεν τω̨̃ Βααλ ὀλίγα καί γε Ιου δουλεύσει αὐτω̨̃ πολλά
19 καὶ νυ̃ν πάντες οἱ προφη̃ται του̃ Βααλ πάντας τοὺς δούλους αὐτου̃ καὶ τοὺς ἱερει̃ς αὐτου̃ καλέσατε πρός με ἀνὴρ μὴ ἐπισκεπήτω ὅτι θυσία μεγάλη μοι τω̨̃ Βααλ πα̃ς ὃς ἐὰν ἐπισκεπη̨̃ οὐ ζήσεται καὶ Ιου ἐποίησεν ἐν πτερνισμω̨̃ ἵνα ἀπολέση̨ τοὺς δούλους του̃ Βααλ
20 καὶ εἰ̃πεν Ιου ἁγιάσατε ἱερείαν τω̨̃ Βααλ καὶ ἐκήρυξαν
21 καὶ ἀπέστειλεν Ιου ἐν παντὶ Ισραηλ λέγων καὶ νυ̃ν πάντες οἱ δου̃λοι του̃ Βααλ καὶ πάντες οἱ ἱερει̃ς αὐτου̃ καὶ πάντες οἱ προφη̃ται αὐτου̃ μηδεὶς ἀπολειπέσθω ὅτι θυσίαν μεγάλην ποιω̃ ὃς ἂν ἀπολειφθη̨̃ οὐ ζήσεται καὶ ἠ̃λθον πάντες οἱ δου̃λοι του̃ Βααλ καὶ πάντες οἱ ἱερει̃ς αὐτου̃ καὶ πάντες οἱ προφη̃ται αὐτου̃ οὐ κατελείφθη ἀνήρ ὃς οὐ παρεγένετο καὶ εἰση̃λθον εἰς τὸν οἰ̃κον του̃ Βααλ καὶ ἐπλήσθη ὁ οἰ̃κος του̃ Βααλ στόμα εἰς στόμα
22 καὶ εἰ̃πεν Ιου τω̨̃ ἐπὶ του̃ οἴκου μεσθααλ ἐξάγαγε ἐνδύματα πα̃σι τοι̃ς δούλοις του̃ Βααλ καὶ ἐξήνεγκεν αὐτοι̃ς ὁ στολιστής
23 καὶ εἰση̃λθεν Ιου καὶ Ιωναδαβ υἱὸς Ρηχαβ εἰς οἰ̃κον του̃ Βααλ καὶ εἰ̃πεν τοι̃ς δούλοις του̃ Βααλ ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεθ' ὑμω̃ν τω̃ν δούλων κυρίου ὅτι ἀλλ' ἢ οἱ δου̃λοι του̃ Βααλ μονώτατοι
24 καὶ εἰση̃λθεν του̃ ποιη̃σαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα καὶ Ιου ἔταξεν ἑαυτω̨̃ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἰ̃πεν ἀνήρ ὃς ἐὰν διασωθη̨̃ ἀπὸ τω̃ν ἀνδρω̃ν ὡ̃ν ἐγὼ ἀνάγω ἐπὶ χει̃ρας ὑμω̃ν ἡ ψυχὴ αὐτου̃ ἀντὶ τη̃ς ψυχη̃ς αὐτου̃
25 καὶ ἐγένετο ὡς συνετέλεσεν ποιω̃ν τὴν ὁλοκαύτωσιν καὶ εἰ̃πεν Ιου τοι̃ς παρατρέχουσιν καὶ τοι̃ς τριστάταις εἰσελθόντες πατάξατε αὐτούς ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτω̃ν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου του̃ Βααλ
26 καὶ ἐξήνεγκαν τὴν στήλην του̃ Βααλ καὶ ἐνέπρησαν αὐτήν
27 καὶ κατέσπασαν τὰς στήλας του̃ Βααλ καὶ καθει̃λον τὸν οἰ̃κον του̃ Βααλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρω̃νας ἕως τη̃ς ἡμέρας ταύτης
28 καὶ ἠφάνισεν Ιου τὸν Βααλ ἐξ Ισραηλ
29 πλὴν ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ οὐκ ἀπέστη Ιου ἀπὸ ὄπισθεν αὐτω̃ν αἱ δαμάλεις αἱ χρυσαι̃ ἐν Βαιθηλ καὶ ἐν Δαν
30 καὶ εἰ̃πεν κύριος πρὸς Ιου ἀνθ' ὡ̃ν ὅσα ἠγάθυνας ποιη̃σαι τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς μου καὶ πάντα ὅσα ἐν τη̨̃ καρδία̨ μου ἐποίησας τω̨̃ οἴκω̨ Αχααβ υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραηλ
31 καὶ Ιου οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμω̨ κυρίου θεου̃ Ισραηλ ἐν ὅλη̨ καρδία̨ αὐτου̃ οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ
32 ἐν ται̃ς ἡμέραις ἐκείναις ἤρξατο κύριος συγκόπτειν ἐν τω̨̃ Ισραηλ καὶ ἐπάταξεν αὐτοὺς Αζαηλ ἐν παντὶ ὁρίω̨ Ισραηλ
33 ἀπὸ του̃ Ιορδάνου κατ' ἀνατολὰς ἡλίου πα̃σαν τὴν γη̃ν Γαλααδ του̃ Γαδδι καὶ του̃ Ρουβην καὶ του̃ Μανασση ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ του̃ χείλους χειμάρρου Αρνων καὶ τὴν Γαλααδ καὶ τὴν Βασαν
34 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιου καὶ πάντα ὅσα ἐποίησεν καὶ πα̃σα ἡ δυναστεία αὐτου̃ καὶ τὰς συνάψεις ἃς συνη̃ψεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ
35 καὶ ἐκοιμήθη Ιου μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρεία̨ καὶ ἐβασίλευσεν Ιωαχας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
36 καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Ιου ἐπὶ Ισραηλ εἴκοσι ὀκτὼ ἔτη ἐν Σαμαρεία̨
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).