Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 22

υἱὸς ὀκτὼ ἐτω̃ν Ιωσιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Ιεδιδα θυγάτηρ Εδεϊα ἐκ Βασουρωθ
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ Δαυιδ του̃ πατρὸς αὐτου̃ οὐκ ἀπέστη δεξιὰ ἢ ἀριστερά
καὶ ἐγενήθη ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τω̨̃ βασιλει̃ Ιωσια ἐν τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαφφαν υἱὸν Εσελιου υἱου̃ Μεσολλαμ τὸν γραμματέα οἴκου κυρίου λέγων
ἀνάβηθι πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκω̨ κυρίου ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ του̃ λαου̃
καὶ δότωσαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα τω̃ν καθεσταμένων ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν αὐτὸ τοι̃ς ποιου̃σιν τὰ ἔργα τοι̃ς ἐν οἴκω̨ κυρίου του̃ κατισχυ̃σαι τὸ βεδεκ του̃ οἴκου
τοι̃ς τέκτοσιν καὶ τοι̃ς οἰκοδόμοις καὶ τοι̃ς τειχισται̃ς καὶ του̃ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς του̃ κραταιω̃σαι τὸ βεδεκ του̃ οἴκου
πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοι̃ς ὅτι ἐν πίστει αὐτοὶ ποιου̃σιν
καὶ εἰ̃πεν Χελκιας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφαν τὸν γραμματέα βιβλίον του̃ νόμου εὑ̃ρον ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον πρὸς Σαφφαν καὶ ἀνέγνω αὐτό
καὶ εἰσήνεγκεν πρὸς τὸν βασιλέα Ιωσιαν καὶ ἐπέστρεψεν τω̨̃ βασιλει̃ ῥη̃μα καὶ εἰ̃πεν ἐχώνευσαν οἱ δου̃λοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τω̨̃ οἴκω̨ κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα τω̃ν καθεσταμένων ἐν οἴκω̨ κυρίου
10 καὶ εἰ̃πεν Σαφφαν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφφαν ἐνώπιον του̃ βασιλέως
11 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους του̃ βιβλίου του̃ νόμου καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃
12 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Χελκια τω̨̃ ἱερει̃ καὶ τω̨̃ Αχικαμ υἱω̨̃ Σαφφαν καὶ τω̨̃ Αχοβωρ υἱω̨̃ Μιχαιου καὶ τω̨̃ Σαφφαν τω̨̃ γραμματει̃ καὶ τω̨̃ Ασαια δούλω̨ του̃ βασιλέως λέγων
13 δευ̃τε ἐκζητήσατε τὸν κύριον περὶ ἐμου̃ καὶ περὶ παντὸς του̃ λαου̃ καὶ περὶ παντὸς του̃ Ιουδα περὶ τω̃ν λόγων του̃ βιβλίου του̃ εὑρεθέντος τούτου ὅτι μεγάλη ἡ ὀργὴ κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμι̃ν ὑπὲρ οὑ̃ οὐκ ἤκουσαν οἱ πατέρες ἡμω̃ν τω̃ν λόγων του̃ βιβλίου τούτου του̃ ποιει̃ν κατὰ πάντα τὰ γεγραμμένα καθ' ἡμω̃ν
14 καὶ ἐπορεύθη Χελκιας ὁ ἱερεὺς καὶ Αχικαμ καὶ Αχοβωρ καὶ Σαφφαν καὶ Ασαιας πρὸς Ολδαν τὴν προφη̃τιν γυναι̃κα Σελλημ υἱου̃ Θεκουε υἱου̃ Αραας του̃ ἱματιοφύλακος καὶ αὐτὴ κατώ̨κει ἐν Ιερουσαλημ ἐν τη̨̃ μασενα καὶ ἐλάλησαν πρὸς αὐτήν
15 καὶ εἰ̃πεν αὐτοι̃ς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ εἴπατε τω̨̃ ἀνδρὶ τω̨̃ ἀποστείλαντι ὑμα̃ς πρός με
16 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς ἐνοικου̃ντας αὐτόν πάντας τοὺς λόγους του̃ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ιουδα
17 ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοι̃ς ἑτέροις ὅπως παροργίσωσίν με ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ οὐ σβεσθήσεται
18 καὶ πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμα̃ς ἐπιζητη̃σαι τὸν κύριον τάδε ἐρει̃τε πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ οἱ λόγοι οὓς ἤκουσας
19 ἀνθ' ὡ̃ν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου κυρίου ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς ἐνοικου̃ντας αὐτὸν του̃ εἰ̃ναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμου̃ καί γε ἐγὼ ἤκουσα λέγει κύριος
20 οὐχ οὕτως ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου καὶ συναχθήση̨ εἰς τὸν τάφον σου ἐν εἰρήνη̨ καὶ οὐκ ὀφθήσεται ἐν τοι̃ς ὀφθαλμοι̃ς σου ἐν πα̃σιν τοι̃ς κακοι̃ς οἱ̃ς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπέστρεψαν τω̨̃ βασιλει̃ τὸ ῥη̃μα
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).