ΒΑΣΙΛΕΙΩΝ Δ,
κεφαλίς 2,
στἰχοι 3-18
3 καὶ ἠ̃λθον οἱ υἱοὶ τω̃ν προφητω̃ν οἱ ἐν Βαιθηλ πρὸς Ελισαιε καὶ εἰ̃πον πρὸς αὐτόν εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τη̃ς κεφαλη̃ς σου καὶ εἰ̃πεν κἀγὼ ἔγνωκα σιωπα̃τε |
4 καὶ εἰ̃πεν Ηλιου πρὸς Ελισαιε κάθου δὴ ἐνταυ̃θα ὅτι κύριος ἀπέσταλκέν με εἰς Ιεριχω καὶ εἰ̃πεν Ελισαιε ζη̨̃ κύριος καὶ ζη̨̃ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἠ̃λθον εἰς Ιεριχω |
5 καὶ ἤγγισαν οἱ υἱοὶ τω̃ν προφητω̃ν οἱ ἐν Ιεριχω πρὸς Ελισαιε καὶ εἰ̃παν πρὸς αὐτόν εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωθεν τη̃ς κεφαλη̃ς σου καὶ εἰ̃πεν καί γε ἐγὼ ἔγνων σιωπα̃τε |
6 καὶ εἰ̃πεν αὐτω̨̃ Ηλιου κάθου δὴ ὡ̃δε ὅτι κύριος ἀπέσταλκέν με ἕως του̃ Ιορδάνου καὶ εἰ̃πεν Ελισαιε ζη̨̃ κύριος καὶ ζη̨̃ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἐπορεύθησαν ἀμφότεροι |
7 καὶ πεντήκοντα ἄνδρες υἱοὶ τω̃ν προφητω̃ν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν καὶ ἀμφότεροι ἔστησαν ἐπὶ του̃ Ιορδάνου |
8 καὶ ἔλαβεν Ηλιου τὴν μηλωτὴν αὐτου̃ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ διη̨ρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμω̨ |
9 καὶ ἐγένετο ἐν τω̨̃ διαβη̃ναι αὐτοὺς καὶ Ηλιου εἰ̃πεν πρὸς Ελισαιε αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθη̃ναί με ἀπὸ σου̃ καὶ εἰ̃πεν Ελισαιε γενηθήτω δὴ διπλα̃ ἐν πνεύματί σου ἐπ' ἐμέ |
10 καὶ εἰ̃πεν Ηλιου ἐσκλήρυνας του̃ αἰτήσασθαι ἐὰν ἴδη̨ς με ἀναλαμβανόμενον ἀπὸ σου̃ καὶ ἔσται σοι οὕτως καὶ ἐὰν μή οὐ μὴ γένηται |
11 καὶ ἐγένετο αὐτω̃ν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμω̨̃ ὡς εἰς τὸν οὐρανόν |
12 καὶ Ελισαιε ἑώρα καὶ ἐβόα πάτερ πάτερ ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτου̃ καὶ οὐκ εἰ̃δεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τω̃ν ἱματίων αὐτου̃ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα |
13 καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου ἣ ἔπεσεν ἐπάνωθεν Ελισαιε καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ του̃ χείλους του̃ Ιορδάνου |
14 καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου ἣ ἔπεσεν ἐπάνωθεν αὐτου̃ καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ οὐ διέστη καὶ εἰ̃πεν που̃ ὁ θεὸς Ηλιου αφφω καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διερράγησαν ἔνθα καὶ ἔνθα καὶ διέβη Ελισαιε |
15 καὶ εἰ̃δον αὐτὸν οἱ υἱοὶ τω̃ν προφητω̃ν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἰ̃πον ἐπαναπέπαυται τὸ πνευ̃μα Ηλιου ἐπὶ Ελισαιε καὶ ἠ̃λθον εἰς συναντὴν αὐτου̃ καὶ προσεκύνησαν αὐτω̨̃ ἐπὶ τὴν γη̃ν |
16 καὶ εἰ̃πον πρὸς αὐτόν ἰδοὺ δὴ μετὰ τω̃ν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου μήποτε ἠ̃ρεν αὐτὸν πνευ̃μα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τω̨̃ Ιορδάνη̨ ἢ ἐφ' ἓν τω̃ν ὀρέων ἢ ἐφ' ἕνα τω̃ν βουνω̃ν καὶ εἰ̃πεν Ελισαιε οὐκ ἀποστελει̃τε |
17 καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ἠ̨σχύνετο καὶ εἰ̃πεν ἀποστείλατε καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας καὶ ἐζήτησαν τρει̃ς ἡμέρας καὶ οὐχ εὑ̃ρον αὐτόν |
18 καὶ ἀνέστρεψαν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν Ιεριχω καὶ εἰ̃πεν Ελισαιε οὐκ εἰ̃πον πρὸς ὑμα̃ς μὴ πορευθη̃τε |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.