Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 8,  στἰχοι 16-28

16 ἐν ἔτει πέμπτω̨ τω̨̃ Ιωραμ υἱω̨̃ Αχααβ βασιλει̃ Ισραηλ ἐβασίλευσεν Ιωραμ υἱὸς Ιωσαφατ βασιλεὺς Ιουδα
17 υἱὸς τριάκοντα καὶ δύο ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ
18 καὶ ἐπορεύθη ἐν ὁδω̨̃ βασιλέων Ισραηλ καθὼς ἐποίησεν οἰ̃κος Αχααβ ὅτι θυγάτηρ Αχααβ ἠ̃ν αὐτω̨̃ εἰς γυναι̃κα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
19 καὶ οὐκ ἠθέλησεν κύριος διαφθει̃ραι τὸν Ιουδαν διὰ Δαυιδ τὸν δου̃λον αὐτου̃ καθὼς εἰ̃πεν δου̃ναι αὐτω̨̃ λύχνον καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ πάσας τὰς ἡμέρας
20 ἐν ται̃ς ἡμέραις αὐτου̃ ἠθέτησεν Εδωμ ὑποκάτωθεν χειρὸς Ιουδα καὶ ἐβασίλευσαν ἐφ' ἑαυτοὺς βασιλέα
21 καὶ ἀνέβη Ιωραμ εἰς Σιωρ καὶ πάντα τὰ ἅρματα μετ' αὐτου̃ καὶ ἐγένετο αὐτου̃ ἀναστάντος καὶ ἐπάταξεν τὸν Εδωμ τὸν κυκλώσαντα ἐπ' αὐτὸν καὶ τοὺς ἄρχοντας τω̃ν ἁρμάτων καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτω̃ν
22 καὶ ἠθέτησεν Εδωμ ὑποκάτωθεν χειρὸς Ιουδα ἕως τη̃ς ἡμέρας ταύτης τότε ἠθέτησεν Λοβενα ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨
23 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωραμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γέγραπται ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
24 καὶ ἐκοιμήθη Ιωραμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
25 ἐν ἔτει δωδεκάτω̨ τω̨̃ Ιωραμ υἱω̨̃ Αχααβ βασιλει̃ Ισραηλ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ
26 υἱὸς εἴκοσι καὶ δύο ἐτω̃ν Οχοζιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Γοθολια θυγάτηρ Αμβρι βασιλέως Ισραηλ
27 καὶ ἐπορεύθη ἐν ὁδω̨̃ οἴκου Αχααβ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καθὼς ὁ οἰ̃κος Αχααβ
28 καὶ ἐπορεύθη μετὰ Ιωραμ υἱου̃ Αχααβ εἰς πόλεμον μετὰ Αζαηλ βασιλέως ἀλλοφύλων ἐν Ρεμμωθ Γαλααδ καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ιωραμ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).