1 ἀνὴρ δέ τις ἐν Καισαρεία̨ ὀνόματι Κορνήλιος ἑκατοντάρχης ἐκ σπείρης τη̃ς καλουμένης ’Ιταλικη̃ς |
2 εὐσεβὴς καὶ φοβούμενος τòν θεòν σὺν παντὶ τω̨̃ οἴκω̨ αὐτου̃ ποιω̃ν ἐλεημοσύνας πολλὰς τω̨̃ λαω̨̃ καὶ δεόμενος του̃ θεου̃ διὰ παντός |
3 εἰ̃δεν ἐν ὁράματι φανερω̃ς ὡσεὶ περὶ ὥραν ἐνάτην τη̃ς ἡμέρας ἄγγελον του̃ θεου̃ εἰσελθόντα πρòς αὐτòν καὶ εἰπόντα αὐτω̨̃ Κορνήλιε |
4 ὁ δὲ ἀτενίσας αὐτω̨̃ καὶ ἔμφοβος γενόμενος εἰ̃πεν τί ἐστιν κύριε εἰ̃πεν δὲ αὐτω̨̃ αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν του̃ θεου̃ |
5 καὶ νυ̃ν πέμψον ἄνδρας εἰς ’Ιόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλει̃ται Πέτρος |
6 οὑ̃τος ξενίζεται παρά τινι Σίμωνι βυρσει̃ ὡ̨̃ ἐστιν οἰκία παρὰ θάλασσαν |
7 ὡς δὲ ἀπη̃λθεν ὁ ἄγγελος ὁ λαλω̃ν αὐτω̨̃ φωνήσας δύο τω̃ν οἰκετω̃ν καὶ στρατιώτην εὐσεβη̃ τω̃ν προσκαρτερούντων αὐτω̨̃ |
8 καὶ ἐξηγησάμενος ἅπαντα αὐτοι̃ς ἀπέστειλεν αὐτοὺς εἰς τὴν ’Ιόππην |
9 τη̨̃ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τη̨̃ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τò δω̃μα προσεύξασθαι περὶ ὥραν ἕκτην |
10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι παρασκευαζόντων δὲ αὐτω̃ν ἐγένετο ἐπ' αὐτòν ἔκστασις |
11 καὶ θεωρει̃ τòν οὐρανòν ἀνεω̨γμένον καὶ καταβαι̃νον σκευ̃ός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαι̃ς καθιέμενον ἐπὶ τη̃ς γη̃ς |
12 ἐν ὡ̨̃ ὑπη̃ρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τη̃ς γη̃ς καὶ πετεινὰ του̃ οὐρανου̃ |
13 καὶ ἐγένετο φωνὴ πρòς αὐτόν ἀναστάς Πέτρε θυ̃σον καὶ φάγε |
14 ὁ δὲ Πέτρος εἰ̃πεν μηδαμω̃ς κύριε ὅτι οὐδέποτε ἔφαγον πα̃ν κοινòν καὶ ἀκάθαρτον |
15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρòς αὐτόν ἃ ὁ θεòς ἐκαθάρισεν σὺ μὴ κοίνου |
16 του̃το δὲ ἐγένετο ἐπὶ τρίς καὶ εὐθὺς ἀνελήμφθη τò σκευ̃ος εἰς τòν οὐρανόν |
17 ὡς δὲ ἐν ἑαυτω̨̃ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τò ὅραμα ὃ εἰ̃δεν ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπò του̃ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν του̃ Σίμωνος ἐπέστησαν ἐπὶ τòν πυλω̃να |
18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται |
19 του̃ δὲ Πέτρου διενθυμουμένου περὶ του̃ ὁράματος εἰ̃πεν αὐτω̨̃ τò πνευ̃μα ἰδοὺ ἄνδρες τρει̃ς ζητου̃ντές σε |
20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοι̃ς μηδὲν διακρινόμενος ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς |
21 καταβὰς δὲ Πέτρος πρòς τοὺς ἄνδρας εἰ̃πεν ἰδοὺ ἐγώ εἰμι ὃν ζητει̃τε τίς ἡ αἰτία δι' ἣν πάρεστε |
22 οἱ δὲ εἰ̃παν Κορνήλιος ἑκατοντάρχης ἀνὴρ δίκαιος καὶ φοβούμενος τòν θεòν μαρτυρούμενός τε ὑπò ὅλου του̃ ἔθνους τω̃ν ’Ιουδαίων ἐχρηματίσθη ὑπò ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τòν οἰ̃κον αὐτου̃ καὶ ἀκου̃σαι ῥήματα παρὰ σου̃ |
23 εἰσκαλεσάμενος οὐ̃ν αὐτοὺς ἐξένισεν τη̨̃ δὲ ἐπαύριον ἀναστὰς ἐξη̃λθεν σὺν αὐτοι̃ς καί τινες τω̃ν ἀδελφω̃ν τω̃ν ἀπò ’Ιόππης συνη̃λθον αὐτω̨̃ |
24 τη̨̃ δὲ ἐπαύριον εἰση̃λθεν εἰς τὴν Καισάρειαν ὁ δὲ Κορνήλιος ἠ̃ν προσδοκω̃ν αὐτούς συγκαλεσάμενος τοὺς συγγενει̃ς αὐτου̃ καὶ τοὺς ἀναγκαίους φίλους |
25 ὡς δὲ ἐγένετο του̃ εἰσελθει̃ν τòν Πέτρον συναντήσας αὐτω̨̃ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν |
26 ὁ δὲ Πέτρος ἤγειρεν αὐτòν λέγων ἀνάστηθι καὶ ἐγὼ αὐτòς ἄνθρωπός εἰμι |
27 καὶ συνομιλω̃ν αὐτω̨̃ εἰση̃λθεν καὶ εὑρίσκει συνεληλυθότας πολλούς |
28 ἔφη τε πρòς αὐτούς ὑμει̃ς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ ’Ιουδαίω̨ κολλα̃σθαι ἢ προσέρχεσθαι ἀλλοφύλω̨ κἀμοὶ ὁ θεòς ἔδειξεν μηδένα κοινòν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον |
29 διò καὶ ἀναντιρρήτως ἠ̃λθον μεταπεμφθείς πυνθάνομαι οὐ̃ν τίνι λόγω̨ μετεπέμψασθέ με |
30 καὶ ὁ Κορνήλιος ἔφη ἀπò τετάρτης ἡμέρας μέχρι ταύτης τη̃ς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τω̨̃ οἴκω̨ μου καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθη̃τι λαμπρα̨̃ |
31 καὶ φησίν Κορνήλιε εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον του̃ θεου̃ |
32 πέμψον οὐ̃ν εἰς ’Ιόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλει̃ται Πέτρος οὑ̃τος ξενίζεται ἐν οἰκία̨ Σίμωνος βυρσέως παρὰ θάλασσαν |
33 ἐξαυτη̃ς οὐ̃ν ἔπεμψα πρòς σέ σύ τε καλω̃ς ἐποίησας παραγενόμενος νυ̃ν οὐ̃ν πάντες ἡμει̃ς ἐνώπιον του̃ θεου̃ πάρεσμεν ἀκου̃σαι πάντα τὰ προστεταγμένα σοι ὑπò του̃ κυρίου |
34 ἀνοίξας δὲ Πέτρος τò στόμα εἰ̃πεν ἐπ' ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός |
35 ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτòν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτòς αὐτω̨̃ ἐστιν |
36 τòν λόγον ὃν ἀπέστειλεν τοι̃ς υἱοι̃ς ’Ισραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ’Ιησου̃ Χριστου̃ οὑ̃τός ἐστιν πάντων κύριος |
37 ὑμει̃ς οἴδατε τò γενόμενον ῥη̃μα καθ' ὅλης τη̃ς ’Ιουδαίας ἀρξάμενος ἀπò τη̃ς Γαλιλαίας μετὰ τò βάπτισμα ὃ ἐκήρυξεν ’Ιωάννης |
38 ’Ιησου̃ν τòν ἀπò Ναζαρέθ ὡς ἔχρισεν αὐτòν ὁ θεòς πνεύματι ἁγίω̨ καὶ δυνάμει ὃς διη̃λθεν εὐεργετω̃ν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένου ὑπò του̃ διαβόλου ὅτι ὁ θεòς ἠ̃ν μετ' αὐτου̃ |
39 καὶ ἡμει̃ς μάρτυρες πάντων ὡ̃ν ἐποίησεν ἔν τε τη̨̃ χώρα̨ τω̃ν ’Ιουδαίων καὶ ἐν ’Ιερουσαλήμ ὃν καὶ ἀνει̃λαν κρεμάσαντες ἐπὶ ξύλου |
40 του̃τον ὁ θεòς ἤγειρεν ἐν τη̨̃ τρίτη̨ ἡμέρα̨ καὶ ἔδωκεν αὐτòν ἐμφανη̃ γενέσθαι |
41 οὐ παντὶ τω̨̃ λαω̨̃ ἀλλὰ μάρτυσιν τοι̃ς προκεχειροτονημένο ὑπò του̃ θεου̃ ἡμι̃ν οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτω̨̃ μετὰ τò ἀναστη̃ναι αὐτòν ἐκ νεκρω̃ν |
42 καὶ παρήγγειλεν ἡμι̃ν κηρύξαι τω̨̃ λαω̨̃ καὶ διαμαρτύρασθαι ὅτι οὑ̃τός ἐστιν ὁ ὡρισμένος ὑπò του̃ θεου̃ κριτὴς ζώντων καὶ νεκρω̃ν |
43 τούτω̨ πάντες οἱ προφη̃ται μαρτυρου̃σιν ἄφεσιν ἁμαρτιω̃ν λαβει̃ν διὰ του̃ ὀνόματος αὐτου̃ πάντα τòν πιστεύοντα εἰς αὐτόν |
44 ἔτι λαλου̃ντος του̃ Πέτρου τὰ ῥήματα ταυ̃τα ἐπέπεσεν τò πνευ̃μα τò ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τòν λόγον |
45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομη̃ς πιστοὶ ὅσοι συνη̃λθαν τω̨̃ Πέτρω̨ ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ του̃ ἁγίου πνεύματος ἐκκέχυται |
46 ἤκουον γὰρ αὐτω̃ν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τòν θεόν τότε ἀπεκρίθη Πέτρος |
47 μήτι τò ὕδωρ δύναται κωλυ̃σαί τις του̃ μὴ βαπτισθη̃ναι τούτους οἵτινες τò πνευ̃μα τò ἅγιον ἔλαβον ὡς καὶ ἡμει̃ς |
48 προσέταξεν δὲ αὐτοὺς ἐν τω̨̃ ὀνόματι ’Ιησου̃ Χριστου̃ βαπτισθη̃ναι τότε ἠρώτησαν αὐτòν ἐπιμει̃ναι ἡμέρας τινάς |