ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 10,
στἰχοι 39-48
39 καὶ ἡμει̃ς μάρτυρες πάντων ὡ̃ν ἐποίησεν ἔν τε τη̨̃ χώρα̨ τω̃ν ’Ιουδαίων καὶ ἐν ’Ιερουσαλήμ ὃν καὶ ἀνει̃λαν κρεμάσαντες ἐπὶ ξύλου |
40 του̃τον ὁ θεòς ἤγειρεν ἐν τη̨̃ τρίτη̨ ἡμέρα̨ καὶ ἔδωκεν αὐτòν ἐμφανη̃ γενέσθαι |
41 οὐ παντὶ τω̨̃ λαω̨̃ ἀλλὰ μάρτυσιν τοι̃ς προκεχειροτονημένο ὑπò του̃ θεου̃ ἡμι̃ν οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτω̨̃ μετὰ τò ἀναστη̃ναι αὐτòν ἐκ νεκρω̃ν |
42 καὶ παρήγγειλεν ἡμι̃ν κηρύξαι τω̨̃ λαω̨̃ καὶ διαμαρτύρασθαι ὅτι οὑ̃τός ἐστιν ὁ ὡρισμένος ὑπò του̃ θεου̃ κριτὴς ζώντων καὶ νεκρω̃ν |
43 τούτω̨ πάντες οἱ προφη̃ται μαρτυρου̃σιν ἄφεσιν ἁμαρτιω̃ν λαβει̃ν διὰ του̃ ὀνόματος αὐτου̃ πάντα τòν πιστεύοντα εἰς αὐτόν |
44 ἔτι λαλου̃ντος του̃ Πέτρου τὰ ῥήματα ταυ̃τα ἐπέπεσεν τò πνευ̃μα τò ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τòν λόγον |
45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομη̃ς πιστοὶ ὅσοι συνη̃λθαν τω̨̃ Πέτρω̨ ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ του̃ ἁγίου πνεύματος ἐκκέχυται |
46 ἤκουον γὰρ αὐτω̃ν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τòν θεόν τότε ἀπεκρίθη Πέτρος |
47 μήτι τò ὕδωρ δύναται κωλυ̃σαί τις του̃ μὴ βαπτισθη̃ναι τούτους οἵτινες τò πνευ̃μα τò ἅγιον ἔλαβον ὡς καὶ ἡμει̃ς |
48 προσέταξεν δὲ αὐτοὺς ἐν τω̨̃ ὀνόματι ’Ιησου̃ Χριστου̃ βαπτισθη̃ναι τότε ἠρώτησαν αὐτòν ἐπιμει̃ναι ἡμέρας τινάς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.