1 ἠ̃σαν δὲ ἐν ’Αντιοχεία̨ κατὰ τὴν οὐ̃σαν ἐκκλησίαν προφη̃ται καὶ διδάσκαλοι ὅ τε Βαρναβα̃ς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ καὶ Λούκιος ὁ Κυρηναι̃ος Μαναήν τε ‘Ηρώ̨δου του̃ τετραάρχου σύντροφος καὶ Σαυ̃λος |
2 λειτουργούντων δὲ αὐτω̃ν τω̨̃ κυρίω̨ καὶ νηστευόντων εἰ̃πεν τò πνευ̃μα τò ἅγιον ἀφορίσατε δή μοι τòν Βαρναβα̃ν καὶ Σαυ̃λον εἰς τò ἔργον ὃ προσκέκλημαι αὐτούς |
3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χει̃ρας αὐτοι̃ς ἀπέλυσαν |
4 αὐτοὶ μὲν οὐ̃ν ἐκπεμφθέντες ὑπò του̃ ἁγίου πνεύματος κατη̃λθον εἰς Σελεύκειαν ἐκει̃θέν τε ἀπέπλευσαν εἰς Κύπρον |
5 καὶ γενόμενοι ἐν Σαλαμι̃νι κατήγγελλον τòν λόγον του̃ θεου̃ ἐν ται̃ς συναγωγαι̃ς τω̃ν ’Ιουδαίων εἰ̃χον δὲ καὶ ’Ιωάννην ὑπηρέτην |
6 διελθόντες δὲ ὅλην τὴν νη̃σον ἄχρι Πάφου εὑ̃ρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην ’Ιουδαι̃ον ὡ̨̃ ὄνομα Βαριησου̃ |
7 ὃς ἠ̃ν σὺν τω̨̃ ἀνθυπάτω̨ Σεργίω̨ Παύλω̨ ἀνδρὶ συνετω̨̃ οὑ̃τος προσκαλεσάμενος Βαρναβα̃ν καὶ Σαυ̃λον ἐπεζήτησεν ἀκου̃σαι τòν λόγον του̃ θεου̃ |
8 ἀνθίστατο δὲ αὐτοι̃ς ’Ελύμας ὁ μάγος οὕτως γὰρ μεθερμηνεύεται τò ὄνομα αὐτου̃ ζητω̃ν διαστρέψαι τòν ἀνθύπατον ἀπò τη̃ς πίστεως |
9 Σαυ̃λος δέ ὁ καὶ Παυ̃λος πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτòν |
10 εἰ̃πεν ὠ̃ πλήρης παντòς δόλου καὶ πάσης ῥα̨διουργίας υἱὲ διαβόλου ἐχθρὲ πάσης δικαιοσύνης οὐ παύση̨ διαστρέφων τὰς ὁδοὺς του̃ κυρίου τὰς εὐθείας |
11 καὶ νυ̃ν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ καὶ ἔση̨ τυφλòς μὴ βλέπων τòν ἥλιον ἄχρι καιρου̃ παραχρη̃μά τε ἔπεσεν ἐπ' αὐτòν ἀχλὺς καὶ σκότος καὶ περιάγων ἐζήτει χειραγωγούς |
12 τότε ἰδὼν ὁ ἀνθύπατος τò γεγονòς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τη̨̃ διδαχη̨̃ του̃ κυρίου |
13 ἀναχθέντες δὲ ἀπò τη̃ς Πάφου οἱ περὶ Παυ̃λον ἠ̃λθον εἰς Πέργην τη̃ς Παμφυλίας ’Ιωάννης δὲ ἀποχωρήσας ἀπ' αὐτω̃ν ὑπέστρεψεν εἰς ‘Ιεροσόλυμα |
14 αὐτοὶ δὲ διελθόντες ἀπò τη̃ς Πέργης παρεγένοντο εἰς ’Αντιόχειαν τὴν Πισιδίαν καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἐκάθισαν |
15 μετὰ δὲ τὴν ἀνάγνωσιν του̃ νόμου καὶ τω̃ν προφητω̃ν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρòς αὐτοὺς λέγοντες ἄνδρες ἀδελφοί εἴ τίς ἐστιν ἐν ὑμι̃ν λόγος παρακλήσεως πρòς τòν λαόν λέγετε |
16 ἀναστὰς δὲ Παυ̃λος καὶ κατασείσας τη̨̃ χειρὶ εἰ̃πεν ἄνδρες ’Ισραηλι̃ται καὶ οἱ φοβούμενοι τòν θεόν ἀκούσατε |
17 ὁ θεòς του̃ λαου̃ τούτου ’Ισραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμω̃ν καὶ τòν λαòν ὕψωσεν ἐν τη̨̃ παροικία̨ ἐν γη̨̃ Αἰγύπτου καὶ μετὰ βραχίονος ὑψηλου̃ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτη̃ς |
18 καὶ ὡς τεσσερακονταετη̃ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ |
19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γη̨̃ Χανάαν κατεκληρονόμησεν τὴν γη̃ν αὐτω̃ν |
20 ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα καὶ μετὰ ταυ̃τα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ του̃ προφήτου |
21 κἀκει̃θεν ἠ̨τήσαντο βασιλέα καὶ ἔδωκεν αὐτοι̃ς ὁ θεòς τòν Σαοὺλ υἱòν Κίς ἄνδρα ἐκ φυλη̃ς Βενιαμίν ἔτη τεσσεράκοντα |
22 καὶ μεταστήσας αὐτòν ἤγειρεν τòν Δαυὶδ αὐτοι̃ς εἰς βασιλέα ὡ̨̃ καὶ εἰ̃πεν μαρτυρήσας εὑ̃ρον Δαυὶδ τòν του̃ ’Ιεσσαί ἄνδρα κατὰ τὴν καρδίαν μου ὃς ποιήσει πάντα τὰ θελήματά μου |
23 τούτου ὁ θεòς ἀπò του̃ σπέρματος κατ' ἐπαγγελίαν ἤγαγεν τω̨̃ ’Ισραὴλ σωτη̃ρα ’Ιησου̃ν |
24 προκηρύξαντος ’Ιωάννου πρò προσώπου τη̃ς εἰσόδου αὐτου̃ βάπτισμα μετανοίας παντὶ τω̨̃ λαω̨̃ ’Ισραήλ |
25 ὡς δὲ ἐπλήρου ’Ιωάννης τòν δρόμον ἔλεγεν τί ἐμὲ ὑπονοει̃τε εἰ̃ναι οὐκ εἰμὶ ἐγώ ἀλλ' ἰδοὺ ἔρχεται μετ' ἐμὲ οὑ̃ οὐκ εἰμὶ ἄξιος τò ὑπόδημα τω̃ν ποδω̃ν λυ̃σαι |
26 ἄνδρες ἀδελφοί υἱοὶ γένους ’Αβραὰμ καὶ οἱ ἐν ὑμι̃ν φοβούμενοι τòν θεόν ἡμι̃ν ὁ λόγος τη̃ς σωτηρίας ταύτης ἐξαπεστάλη |
27 οἱ γὰρ κατοικου̃ντες ἐν ’Ιερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτω̃ν του̃τον ἀγνοήσαντες καὶ τὰς φωνὰς τω̃ν προφητω̃ν τὰς κατὰ πα̃ν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν |
28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ἠ̨τήσαντο Πιλα̃τον ἀναιρεθη̃ναι αὐτόν |
29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτου̃ γεγραμμένα καθελόντες ἀπò του̃ ξύλου ἔθηκαν εἰς μνημει̃ον |
30 ὁ δὲ θεòς ἤγειρεν αὐτòν ἐκ νεκρω̃ν |
31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοι̃ς συναναβα̃σιν αὐτω̨̃ ἀπò τη̃ς Γαλιλαίας εἰς ’Ιερουσαλήμ οἵτινες νυ̃ν εἰσιν μάρτυρες αὐτου̃ πρòς τòν λαόν |
32 καὶ ἡμει̃ς ὑμα̃ς εὐαγγελιζόμεθα τὴν πρòς τοὺς πατέρας ἐπαγγελίαν γενομένην |
33 ὅτι ταύτην ὁ θεòς ἐκπεπλήρωκεν τοι̃ς τέκνοις αὐτω̃ν ἡμι̃ν ἀναστήσας ’Ιησου̃ν ὡς καὶ ἐν τω̨̃ ψαλμω̨̃ γέγραπται τω̨̃ δευτέρω̨ υἱός μου εἰ̃ σύ ἐγὼ σήμερον γεγέννηκά σε |
34 ὅτι δὲ ἀνέστησεν αὐτòν ἐκ νεκρω̃ν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν οὕτως εἴρηκεν ὅτι δώσω ὑμι̃ν τὰ ὅσια Δαυὶδ τὰ πιστά |
35 διότι καὶ ἐν ἑτέρω̨ λέγει οὐ δώσεις τòν ὅσιόν σου ἰδει̃ν διαφθοράν |
36 Δαυὶδ μὲν γὰρ ἰδία̨ γενεα̨̃ ὑπηρετήσας τη̨̃ του̃ θεου̃ βουλη̨̃ ἐκοιμήθη καὶ προσετέθη πρòς τοὺς πατέρας αὐτου̃ καὶ εἰ̃δεν διαφθοράν |
37 ὃν δὲ ὁ θεòς ἤγειρεν οὐκ εἰ̃δεν διαφθοράν |
38 γνωστòν οὐ̃ν ἔστω ὑμι̃ν ἄνδρες ἀδελφοί ὅτι διὰ τούτου ὑμι̃ν ἄφεσις ἁμαρτιω̃ν καταγγέλλεται καὶ ἀπò πάντων ὡ̃ν οὐκ ἠδυνήθητε ἐν νόμω̨ Μωϋσέως δικαιωθη̃ναι |
39 ἐν τούτω̨ πα̃ς ὁ πιστεύων δικαιου̃ται |
40 βλέπετε οὐ̃ν μὴ ἐπέλθη̨ τò εἰρημένον ἐν τοι̃ς προφήταις |
41 ἴδετε οἱ καταφρονηταί καὶ θαυμάσατε καὶ ἀφανίσθητε ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ται̃ς ἡμέραις ὑμω̃ν ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγη̃ται ὑμι̃ν |
42 ἐξιόντων δὲ αὐτω̃ν παρεκάλουν εἰς τò μεταξὺ σάββατον λαληθη̃ναι αὐτοι̃ς τὰ ῥήματα ταυ̃τα |
43 λυθείσης δὲ τη̃ς συναγωγη̃ς ἠκολούθησαν πολλοὶ τω̃ν ’Ιουδαίων καὶ τω̃ν σεβομένων προσηλύτων τω̨̃ Παύλω̨ καὶ τω̨̃ Βαρναβα̨̃ οἵτινες προσλαλου̃ντες αὐτοι̃ς ἔπειθον αὐτοὺς προσμένειν τη̨̃ χάριτι του̃ θεου̃ |
44 τω̨̃ δὲ ἐρχομένω̨ σαββάτω̨ σχεδòν πα̃σα ἡ πόλις συνήχθη ἀκου̃σαι τòν λόγον του̃ κυρίου |
45 ἰδόντες δὲ οἱ ’Ιουδαι̃οι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοι̃ς ὑπò Παύλου λαλουμένοις βλασφημου̃ντες |
46 παρρησιασάμενοί τε ὁ Παυ̃λος καὶ ὁ Βαρναβα̃ς εἰ̃παν ὑμι̃ν ἠ̃ν ἀναγκαι̃ον πρω̃τον λαληθη̃ναι τòν λόγον του̃ θεου̃ ἐπειδὴ ἀπωθει̃σθε αὐτòν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τη̃ς αἰωνίου ζωη̃ς ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη |
47 οὕτως γὰρ ἐντέταλται ἡμι̃ν ὁ κύριος τέθεικά σε εἰς φω̃ς ἐθνω̃ν του̃ εἰ̃ναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τη̃ς γη̃ς |
48 ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τòν λόγον του̃ κυρίου καὶ ἐπίστευσαν ὅσοι ἠ̃σαν τεταγμένοι εἰς ζωὴν αἰώνιον |
49 διεφέρετο δὲ ὁ λόγος του̃ κυρίου δι' ὅλης τη̃ς χώρας |
50 οἱ δὲ ’Ιουδαι̃οι παρώτρυναν τὰς σεβομένας γυναι̃κας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τη̃ς πόλεως καὶ ἐπήγειραν διωγμòν ἐπὶ τòν Παυ̃λον καὶ Βαρναβα̃ν καὶ ἐξέβαλον αὐτοὺς ἀπò τω̃ν ὁρίων αὐτω̃ν |
51 οἱ δὲ ἐκτιναξάμενοι τòν κονιορτòν τω̃ν ποδω̃ν ἐπ' αὐτοὺς ἠ̃λθον εἰς ’Ικόνιον |
52 οἵ τε μαθηταὶ ἐπληρου̃ντο χαρα̃ς καὶ πνεύματος ἁγίου |