Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 15,  στἰχοι 36-41

36 μετὰ δέ τινας ἡμέρας εἰ̃πεν πρòς Βαρναβα̃ν Παυ̃λος ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πα̃σαν ἐν αἱ̃ς κατηγγείλαμεν τòν λόγον του̃ κυρίου πω̃ς ἔχουσιν
37 Βαρναβα̃ς δὲ ἐβούλετο συμπαραλαβει̃ν καὶ τòν ’Ιωάννην τòν καλούμενον Μα̃ρκον
38 Παυ̃λος δὲ ἠξίου τòν ἀποστάντα ἀπ' αὐτω̃ν ἀπò Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοι̃ς εἰς τò ἔργον μὴ συμπαραλαμβάνειν του̃τον
39 ἐγένετο δὲ παροξυσμòς ὥστε ἀποχωρισθη̃ναι αὐτοὺς ἀπ' ἀλλήλων τόν τε Βαρναβα̃ν παραλαβόντα τòν Μα̃ρκον ἐκπλευ̃σαι εἰς Κύπρον
40 Παυ̃λος δὲ ἐπιλεξάμενος Σιλα̃ν ἐξη̃λθεν παραδοθεὶς τη̨̃ χάριτι του̃ κυρίου ὑπò τω̃ν ἀδελφω̃ν
41 διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 16

1 κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν καὶ ἰδοὺ μαθητής τις ἠ̃ν ἐκει̃ ὀνόματι Τιμόθεος υἱòς γυναικòς ’Ιουδαίας πιστη̃ς πατρòς δὲ ‘Έλληνος
2 ὃς ἐμαρτυρει̃το ὑπò τω̃ν ἐν Λύστροις καὶ ’Ικονίω̨ ἀδελφω̃ν
3 του̃τον ἠθέλησεν ὁ Παυ̃λος σὺν αὐτω̨̃ ἐξελθει̃ν καὶ λαβὼν περιέτεμεν αὐτòν διὰ τοὺς ’Ιουδαίους τοὺς ὄντας ἐν τοι̃ς τόποις ἐκείνοις ἤ̨δεισαν γὰρ ἅπαντες ὅτι ‘Έλλην ὁ πατὴρ αὐτου̃ ὑπη̃ρχεν
4 ὡς δὲ διεπορεύοντο τὰς πόλεις παρεδίδοσαν αὐτοι̃ς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπò τω̃ν ἀποστόλων καὶ πρεσβυτέρων τω̃ν ἐν ‘Ιεροσολύμοις
5 αἱ μὲν οὐ̃ν ἐκκλησίαι ἐστερεου̃ντο τη̨̃ πίστει καὶ ἐπερίσσευον τω̨̃ ἀριθμω̨̃ καθ' ἡμέραν
6 διη̃λθον δὲ τὴν φρυγίαν καὶ Γαλατικὴν χώραν κωλυθέντες ὑπò του̃ ἁγίου πνεύματος λαλη̃σαι τòν λόγον ἐν τη̨̃ ’Ασία̨
7 ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθη̃ναι καὶ οὐκ εἴασεν αὐτοὺς τò πνευ̃μα ’Ιησου̃
8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρω̨άδα
9 καὶ ὅραμα διὰ τη̃ς νυκτòς τω̨̃ Παύλω̨ ὤφθη ἀνὴρ Μακεδών τις ἠ̃ν ἑστὼς καὶ παρακαλω̃ν αὐτòν καὶ λέγων διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμι̃ν
10 ὡς δὲ τò ὅραμα εἰ̃δεν εὐθέως ἐζητήσαμεν ἐξελθει̃ν εἰς Μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμα̃ς ὁ θεòς εὐαγγελίσασθαι αὐτούς
11 ἀναχθέντες δὲ ἀπò Τρω̨άδος εὐθυδρομήσαμεν εἰς Σαμοθρά̨κην τη̨̃ δὲ ἐπιούση̨ εἰς Νέαν Πόλιν
12 κἀκει̃θεν εἰς Φιλίππους ἥτις ἐστὶν πρώτης μερίδος τη̃ς Μακεδονίας πόλις κολωνία ἠ̃μεν δὲ ἐν ταύτη̨ τη̨̃ πόλει διατρίβοντες ἡμέρας τινάς
13 τη̨̃ τε ἡμέρα̨ τω̃ν σαββάτων ἐξήλθομεν ἔξω τη̃ς πύλης παρὰ ποταμòν οὑ̃ ἐνομίζομεν προσευχὴν εἰ̃ναι καὶ καθίσαντες ἐλαλου̃μεν ται̃ς συνελθούσαις γυναιξίν
14 καί τις γυνὴ ὀνόματι Λυδία πορφυρόπωλις πόλεως θυατείρων σεβομένη τòν θεόν ἤκουεν ἡ̃ς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοι̃ς λαλουμένοις ὑπò του̃ Παύλου
15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἰ̃κος αὐτη̃ς παρεκάλεσεν λέγουσα εἰ κεκρίκατέ με πιστὴν τω̨̃ κυρίω̨ εἰ̃ναι εἰσελθόντες εἰς τòν οἰ̃κόν μου μένετε καὶ παρεβιάσατο ἡμα̃ς
16 ἐγένετο δὲ πορευομένων ἡμω̃ν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνευ̃μα πύθωνα ὑπαντη̃σαι ἡμι̃ν ἥτις ἐργασίαν πολλὴν παρει̃χεν τοι̃ς κυρίοις αὐτη̃ς μαντευομένη
17 αὕτη κατακολουθου̃σα τω̨̃ Παύλω̨ καὶ ἡμι̃ν ἔκραζεν λέγουσα οὑ̃τοι οἱ ἄνθρωποι δου̃λοι του̃ θεου̃ του̃ ὑψίστου εἰσίν οἵτινες καταγγέλλουσιν ὑμι̃ν ὁδòν σωτηρίας
18 του̃το δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας διαπονηθεὶς δὲ Παυ̃λος καὶ ἐπιστρέψας τω̨̃ πνεύματι εἰ̃πεν παραγγέλλω σοι ἐν ὀνόματι ’Ιησου̃ Χριστου̃ ἐξελθει̃ν ἀπ' αὐτη̃ς καὶ ἐξη̃λθεν αὐτη̨̃ τη̨̃ ὥρα̨
19 ἰδόντες δὲ οἱ κύριοι αὐτη̃ς ὅτι ἐξη̃λθεν ἡ ἐλπὶς τη̃ς ἐργασίας αὐτω̃ν ἐπιλαβόμενοι τòν Παυ̃λον καὶ τòν Σιλα̃ν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας
20 καὶ προσαγαγόντες αὐτοὺς τοι̃ς στρατηγοι̃ς εἰ̃παν οὑ̃τοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμω̃ν τὴν πόλιν ’Ιουδαι̃οι ὑπάρχοντες
21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμι̃ν παραδέχεσθαι οὐδὲ ποιει̃ν ‘Ρωμαίοις οὐ̃σιν
22 καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτω̃ν καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτω̃ν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν
23 πολλάς τε ἐπιθέντες αὐτοι̃ς πληγὰς ἔβαλον εἰς φυλακήν παραγγείλαντες τω̨̃ δεσμοφύλακι ἀσφαλω̃ς τηρει̃ν αὐτούς
24 ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτω̃ν εἰς τò ξύλον
25 κατὰ δὲ τò μεσονύκτιον Παυ̃λος καὶ Σιλα̃ς προσευχόμενοι ὕμνουν τòν θεόν ἐπηκροω̃ντο δὲ αὐτω̃ν οἱ δέσμιοι
26 ἄφνω δὲ σεισμòς ἐγένετο μέγας ὥστε σαλευθη̃ναι τὰ θεμέλια του̃ δεσμωτηρίου ἠνεώ̨χθησαν δὲ παραχρη̃μα αἱ θύραι πα̃σαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη
27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεω̨γμένας τὰς θύρας τη̃ς φυλακη̃ς σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτòν ἀναιρει̃ν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους
28 ἐφώνησεν δὲ μεγάλη̨ φωνη̨̃ ὁ Παυ̃λος λέγων μηδὲν πράξη̨ς σεαυτω̨̃ κακόν ἅπαντες γάρ ἐσμεν ἐνθάδε
29 αἰτήσας δὲ φω̃τα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τω̨̃ Παύλω̨ καὶ τω̨̃ Σιλα̨̃
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη κύριοι τί με δει̃ ποιει̃ν ἵνα σωθω̃
31 οἱ δὲ εἰ̃παν πίστευσον ἐπὶ τòν κύριον ’Ιησου̃ν καὶ σωθήση̨ σὺ καὶ ὁ οἰ̃κός σου
32 καὶ ἐλάλησαν αὐτω̨̃ τòν λόγον του̃ κυρίου σὺν πα̃σιν τοι̃ς ἐν τη̨̃ οἰκία̨ αὐτου̃
33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ τη̃ς νυκτòς ἔλουσεν ἀπò τω̃ν πληγω̃ν καὶ ἐβαπτίσθη αὐτòς καὶ οἱ αὐτου̃ πάντες παραχρη̃μα
34 ἀναγαγών τε αὐτοὺς εἰς τòν οἰ̃κον παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τω̨̃ θεω̨̃
35 ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους
36 ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρòς τòν Παυ̃λον ὅτι ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθη̃τε νυ̃ν οὐ̃ν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνη̨
37 ὁ δὲ Παυ̃λος ἔφη πρòς αὐτούς δείραντες ἡμα̃ς δημοσία̨ ἀκατακρίτους ἀνθρώπους ‘Ρωμαίους ὑπάρχοντας ἔβαλαν εἰς φυλακήν καὶ νυ̃ν λάθρα̨ ἡμα̃ς ἐκβάλλουσιν οὐ γάρ ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμα̃ς ἐξαγαγέτωσαν
38 ἀπήγγειλαν δὲ τοι̃ς στρατηγοι̃ς οἱ ῥαβδου̃χοι τὰ ῥήματα ταυ̃τα ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι ‘Ρωμαι̃οί εἰσιν
39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθει̃ν ἀπò τη̃ς πόλεως
40 ἐξελθόντες δὲ ἀπò τη̃ς φυλακη̃ς εἰση̃λθον πρòς τὴν Λυδίαν καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξη̃λθαν

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 17

1 διοδεύσαντες δὲ τὴν ’Αμφίπολιν καὶ τὴν ’Απολλωνίαν ἠ̃λθον εἰς Θεσσαλονίκην ὅπου ἠ̃ν συναγωγὴ τω̃ν ’Ιουδαίων
2 κατὰ δὲ τò εἰωθòς τω̨̃ Παύλω̨ εἰση̃λθεν πρòς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοι̃ς ἀπò τω̃ν γραφω̃ν
3 διανοίγων καὶ παρατιθέμενος ὅτι τòν Χριστòν ἔδει παθει̃ν καὶ ἀναστη̃ναι ἐκ νεκρω̃ν καὶ ὅτι οὑ̃τός ἐστιν ὁ Χριστός ὁ ’Ιησου̃ς ὃν ἐγὼ καταγγέλλω ὑμι̃ν
4 καί τινες ἐξ αὐτω̃ν ἐπείσθησαν καὶ προσεκληρώθησαν τω̨̃ Παύλω̨ καὶ τω̨̃ Σιλα̨̃ τω̃ν τε σεβομένων ‘Ελλήνων πλη̃θος πολὺ γυναικω̃ν τε τω̃ν πρώτων οὐκ ὀλίγαι
5 ζηλώσαντες δὲ οἱ ’Ιουδαι̃οι καὶ προσλαβόμενοι τω̃ν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν καὶ ἐπιστάντες τη̨̃ οἰκία̨ ’Ιάσονος ἐζήτουν αὐτοὺς προαγαγει̃ν εἰς τòν δη̃μον
6 μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον ’Ιάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας βοω̃ντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὑ̃τοι καὶ ἐνθάδε πάρεισιν
7 οὓς ὑποδέδεκται ’Ιάσων καὶ οὑ̃τοι πάντες ἀπέναντι τω̃ν δογμάτων Καίσαρος πράσσουσι βασιλέα ἕτερον λέγοντες εἰ̃ναι ’Ιησου̃ν
8 ἐτάραξαν δὲ τòν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταυ̃τα
9 καὶ λαβόντες τò ἱκανòν παρὰ του̃ ’Ιάσονος καὶ τω̃ν λοιπω̃ν ἀπέλυσαν αὐτούς
10 οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτòς ἐξέπεμψαν τόν τε Παυ̃λον καὶ τòν Σιλα̃ν εἰς Βέροιαν οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τω̃ν ’Ιουδαίων ἀπή̨εσαν
11 οὑ̃τοι δὲ ἠ̃σαν εὐγενέστεροι τω̃ν ἐν Θεσσαλονίκη̨ οἵτινες ἐδέξαντο τòν λόγον μετὰ πάσης προθυμίας καθ' ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταυ̃τα οὕτως
12 πολλοὶ μὲν οὐ̃ν ἐξ αὐτω̃ν ἐπίστευσαν καὶ τω̃ν ‘Ελληνίδων γυναικω̃ν τω̃ν εὐσχημόνων καὶ ἀνδρω̃ν οὐκ ὀλίγοι
13 ὡς δὲ ἔγνωσαν οἱ ἀπò τη̃ς Θεσσαλονίκης ’Ιουδαι̃οι ὅτι καὶ ἐν τη̨̃ Βεροία̨ κατηγγέλη ὑπò του̃ Παύλου ὁ λόγος του̃ θεου̃ ἠ̃λθον κἀκει̃ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους
14 εὐθέως δὲ τότε τòν Παυ̃λον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν ὑπέμεινάν τε ὅ τε Σιλα̃ς καὶ ὁ Τιμόθεος ἐκει̃
15 οἱ δὲ καθιστάνοντες τòν Παυ̃λον ἤγαγον ἕως ’Αθηνω̃ν καὶ λαβόντες ἐντολὴν πρòς τòν Σιλα̃ν καὶ τòν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρòς αὐτòν ἐξή̨εσαν
16 ἐν δὲ ται̃ς ’Αθήναις ἐκδεχομένου αὐτοὺς του̃ Παύλου παρωξύνετο τò πνευ̃μα αὐτου̃ ἐν αὐτω̨̃ θεωρου̃ντος κατείδωλον οὐ̃σαν τὴν πόλιν
17 διελέγετο μὲν οὐ̃ν ἐν τη̨̃ συναγωγη̨̃ τοι̃ς ’Ιουδαίοις καὶ τοι̃ς σεβομένοις καὶ ἐν τη̨̃ ἀγορα̨̃ κατὰ πα̃σαν ἡμέραν πρòς τοὺς παρατυγχάνοντας
18 τινὲς δὲ καὶ τω̃ν ’Επικουρείων καὶ Στοϊκω̃ν φιλοσόφων συνέβαλλον αὐτω̨̃ καί τινες ἔλεγον τί ἂν θέλοι ὁ σπερμολόγος οὑ̃τος λέγειν οἱ δέ ξένων δαιμονίων δοκει̃ καταγγελεὺς εἰ̃ναι ὅτι τòν ’Ιησου̃ν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο
19 ἐπιλαβόμενοί τε αὐτου̃ ἐπὶ τòν ’Άρειον Πάγον ἤγαγον λέγοντες δυνάμεθα γνω̃ναι τίς ἡ καινὴ αὕτη ἡ ὑπò σου̃ λαλουμένη διδαχή
20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμω̃ν βουλόμεθα οὐ̃ν γνω̃ναι τίνα θέλει ταυ̃τα εἰ̃ναι
21 ’Αθηναι̃οι δὲ πάντες καὶ οἱ ἐπιδημου̃ντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον
22 σταθεὶς δὲ ὁ Παυ̃λος ἐν μέσω̨ του̃ ’Αρείου Πάγου ἔφη ἄνδρες ’Αθηναι̃οι κατὰ πάντα ὡς δεισιδαιμονεστέρου ὑμα̃ς θεωρω̃
23 διερχόμενος γὰρ καὶ ἀναθεωρω̃ν τὰ σεβάσματα ὑμω̃ν εὑ̃ρον καὶ βωμòν ἐν ὡ̨̃ ἐπεγέγραπτο ἀγνώστω̨ θεω̨̃ ὃ οὐ̃ν ἀγνοου̃ντες εὐσεβει̃τε του̃το ἐγὼ καταγγέλλω ὑμι̃ν
24 ὁ θεòς ὁ ποιήσας τòν κόσμον καὶ πάντα τὰ ἐν αὐτω̨̃ οὑ̃τος οὐρανου̃ καὶ γη̃ς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοι̃ς κατοικει̃
25 οὐδὲ ὑπò χειρω̃ν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος αὐτòς διδοὺς πα̃σι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα
26 ἐποίησέν τε ἐξ ἑνòς πα̃ν ἔθνος ἀνθρώπων κατοικει̃ν ἐπὶ παντòς προσώπου τη̃ς γη̃ς ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τη̃ς κατοικίας αὐτω̃ν
27 ζητει̃ν τòν θεòν εἰ ἄρα γε ψηλαφήσειαν αὐτòν καὶ εὕροιεν καί γε οὐ μακρὰν ἀπò ἑνòς ἑκάστου ἡμω̃ν ὑπάρχοντα
28 ἐν αὐτω̨̃ γὰρ ζω̃μεν καὶ κινούμεθα καὶ ἐσμέν ὡς καί τινες τω̃ν καθ' ὑμα̃ς ποιητω̃ν εἰρήκασιν του̃ γὰρ καὶ γένος ἐσμέν
29 γένος οὐ̃ν ὑπάρχοντες του̃ θεου̃ οὐκ ὀφείλομεν νομίζειν χρυσω̨̃ ἢ ἀργύρω̨ ἢ λίθω̨ χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τò θει̃ον εἰ̃ναι ὅμοιον
30 τοὺς μὲν οὐ̃ν χρόνους τη̃ς ἀγνοίας ὑπεριδὼν ὁ θεòς τὰ νυ̃ν παραγγέλλει τοι̃ς ἀνθρώποις πάντας πανταχου̃ μετανοει̃ν
31 καθότι ἔστησεν ἡμέραν ἐν ἡ̨̃ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ ἐν ἀνδρὶ ὡ̨̃ ὥρισεν πίστιν παρασχὼν πα̃σιν ἀναστήσας αὐτòν ἐκ νεκρω̃ν
32 ἀκούσαντες δὲ ἀνάστασιν νεκρω̃ν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἰ̃παν ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν
33 οὕτως ὁ Παυ̃λος ἐξη̃λθεν ἐκ μέσου αὐτω̃ν
34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτω̨̃ ἐπίστευσαν ἐν οἱ̃ς καὶ Διονύσιος ὁ ’Αρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοι̃ς

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 18,  στἰχοι 1-22

1 μετὰ ταυ̃τα χωρισθεὶς ἐκ τω̃ν ’Αθηνω̃ν ἠ̃λθεν εἰς Κόρινθον
2 καὶ εὑρών τινα ’Ιουδαι̃ον ὀνόματι ’Ακύλαν Ποντικòν τω̨̃ γένει προσφάτως ἐληλυθότα ἀπò τη̃ς ’Ιταλίας καὶ Πρίσκιλλαν γυναι̃κα αὐτου̃ διὰ τò διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς ’Ιουδαίους ἀπò τη̃ς ‘Ρώμης προση̃λθεν αὐτοι̃ς
3 καὶ διὰ τò ὁμότεχνον εἰ̃ναι ἔμενεν παρ' αὐτοι̃ς καὶ ἠργάζετο ἠ̃σαν γὰρ σκηνοποιοὶ τη̨̃ τέχνη̨
4 διελέγετο δὲ ἐν τη̨̃ συναγωγη̨̃ κατὰ πα̃ν σάββατον ἔπειθέν τε ’Ιουδαίους καὶ ‘Έλληνας
5 ὡς δὲ κατη̃λθον ἀπò τη̃ς Μακεδονίας ὅ τε Σιλα̃ς καὶ ὁ Τιμόθεος συνείχετο τω̨̃ λόγω̨ ὁ Παυ̃λος διαμαρτυρόμενος τοι̃ς ’Ιουδαίοις εἰ̃ναι τòν Χριστόν ’Ιησου̃ν
6 ἀντιτασσομένων δὲ αὐτω̃ν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἰ̃πεν πρòς αὐτούς τò αἱ̃μα ὑμω̃ν ἐπὶ τὴν κεφαλὴν ὑμω̃ν καθαρòς ἐγώ ἀπò του̃ νυ̃ν εἰς τὰ ἔθνη πορεύσομαι
7 καὶ μεταβὰς ἐκει̃θεν εἰση̃λθεν εἰς οἰκίαν τινòς ὀνόματι Τιτίου ’Ιούστου σεβομένου τòν θεόν οὑ̃ ἡ οἰκία ἠ̃ν συνομορου̃σα τη̨̃ συναγωγη̨̃
8 Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τω̨̃ κυρίω̨ σὺν ὅλω̨ τω̨̃ οἴκω̨ αὐτου̃ καὶ πολλοὶ τω̃ν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο
9 εἰ̃πεν δὲ ὁ κύριος ἐν νυκτὶ δι' ὁράματος τω̨̃ Παύλω̨ μὴ φοβου̃ ἀλλὰ λάλει καὶ μὴ σιωπήση̨ς
10 διότι ἐγώ εἰμι μετὰ σου̃ καὶ οὐδεὶς ἐπιθήσεταί σοι του̃ κακω̃σαί σε διότι λαός ἐστί μοι πολὺς ἐν τη̨̃ πόλει ταύτη̨
11 ἐκάθισεν δὲ ἐνιαυτòν καὶ μη̃νας ἓξ διδάσκων ἐν αὐτοι̃ς τòν λόγον του̃ θεου̃
12 Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τη̃ς ’Αχαΐας κατεπέστησαν ὁμοθυμαδòν οἱ ’Ιουδαι̃οι τω̨̃ Παύλω̨ καὶ ἤγαγον αὐτòν ἐπὶ τò βη̃μα
13 λέγοντες ὅτι παρὰ τòν νόμον ἀναπείθει οὑ̃τος τοὺς ἀνθρώπους σέβεσθαι τòν θεόν
14 μέλλοντος δὲ του̃ Παύλου ἀνοίγειν τò στόμα εἰ̃πεν ὁ Γαλλίων πρòς τοὺς ’Ιουδαίους εἰ μὲν ἠ̃ν ἀδίκημά τι ἢ ῥα̨διούργημα πονηρόν ὠ̃ ’Ιουδαι̃οι κατὰ λόγον ἂν ἀνεσχόμην ὑμω̃ν
15 εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου του̃ καθ' ὑμα̃ς ὄψεσθε αὐτοί κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἰ̃ναι
16 καὶ ἀπήλασεν αὐτοὺς ἀπò του̃ βήματος
17 ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τòν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν του̃ βήματος καὶ οὐδὲν τούτων τω̨̃ Γαλλίωνι ἔμελεν
18 ὁ δὲ Παυ̃λος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοι̃ς ἀδελφοι̃ς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν καὶ σὺν αὐτω̨̃ Πρίσκιλλα καὶ ’Ακύλας κειράμενος ἐν Κεγχρεαι̃ς τὴν κεφαλήν εἰ̃χεν γὰρ εὐχήν
19 κατήντησαν δὲ εἰς ἔφεσον κἀκείνους κατέλιπεν αὐτου̃ αὐτòς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοι̃ς ’Ιουδαίοις
20 ἐρωτώντων δὲ αὐτω̃ν ἐπὶ πλείονα χρόνον μει̃ναι οὐκ ἐπένευσεν
21 ἀλλὰ ἀποταξάμενος καὶ εἰπών πάλιν ἀνακάμψω πρòς ὑμα̃ς του̃ θεου̃ θέλοντος ἀνήχθη ἀπò τη̃ς ’Εφέσου
22 καὶ κατελθὼν εἰς Καισάρειαν ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς ’Αντιόχειαν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).