ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 16,
στἰχοι 10-17
10 ὡς δὲ τò ὅραμα εἰ̃δεν εὐθέως ἐζητήσαμεν ἐξελθει̃ν εἰς Μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμα̃ς ὁ θεòς εὐαγγελίσασθαι αὐτούς |
11 ἀναχθέντες δὲ ἀπò Τρω̨άδος εὐθυδρομήσαμεν εἰς Σαμοθρά̨κην τη̨̃ δὲ ἐπιούση̨ εἰς Νέαν Πόλιν |
12 κἀκει̃θεν εἰς Φιλίππους ἥτις ἐστὶν πρώτης μερίδος τη̃ς Μακεδονίας πόλις κολωνία ἠ̃μεν δὲ ἐν ταύτη̨ τη̨̃ πόλει διατρίβοντες ἡμέρας τινάς |
13 τη̨̃ τε ἡμέρα̨ τω̃ν σαββάτων ἐξήλθομεν ἔξω τη̃ς πύλης παρὰ ποταμòν οὑ̃ ἐνομίζομεν προσευχὴν εἰ̃ναι καὶ καθίσαντες ἐλαλου̃μεν ται̃ς συνελθούσαις γυναιξίν |
14 καί τις γυνὴ ὀνόματι Λυδία πορφυρόπωλις πόλεως θυατείρων σεβομένη τòν θεόν ἤκουεν ἡ̃ς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοι̃ς λαλουμένοις ὑπò του̃ Παύλου |
15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἰ̃κος αὐτη̃ς παρεκάλεσεν λέγουσα εἰ κεκρίκατέ με πιστὴν τω̨̃ κυρίω̨ εἰ̃ναι εἰσελθόντες εἰς τòν οἰ̃κόν μου μένετε καὶ παρεβιάσατο ἡμα̃ς |
16 ἐγένετο δὲ πορευομένων ἡμω̃ν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνευ̃μα πύθωνα ὑπαντη̃σαι ἡμι̃ν ἥτις ἐργασίαν πολλὴν παρει̃χεν τοι̃ς κυρίοις αὐτη̃ς μαντευομένη |
17 αὕτη κατακολουθου̃σα τω̨̃ Παύλω̨ καὶ ἡμι̃ν ἔκραζεν λέγουσα οὑ̃τοι οἱ ἄνθρωποι δου̃λοι του̃ θεου̃ του̃ ὑψίστου εἰσίν οἵτινες καταγγέλλουσιν ὑμι̃ν ὁδòν σωτηρίας |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.