6 μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον ’Ιάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας βοω̃ντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὑ̃τοι καὶ ἐνθάδε πάρεισιν |
7 οὓς ὑποδέδεκται ’Ιάσων καὶ οὑ̃τοι πάντες ἀπέναντι τω̃ν δογμάτων Καίσαρος πράσσουσι βασιλέα ἕτερον λέγοντες εἰ̃ναι ’Ιησου̃ν |
8 ἐτάραξαν δὲ τòν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταυ̃τα |
9 καὶ λαβόντες τò ἱκανòν παρὰ του̃ ’Ιάσονος καὶ τω̃ν λοιπω̃ν ἀπέλυσαν αὐτούς |
10 οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτòς ἐξέπεμψαν τόν τε Παυ̃λον καὶ τòν Σιλα̃ν εἰς Βέροιαν οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τω̃ν ’Ιουδαίων ἀπή̨εσαν |
11 οὑ̃τοι δὲ ἠ̃σαν εὐγενέστεροι τω̃ν ἐν Θεσσαλονίκη̨ οἵτινες ἐδέξαντο τòν λόγον μετὰ πάσης προθυμίας καθ' ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταυ̃τα οὕτως |
12 πολλοὶ μὲν οὐ̃ν ἐξ αὐτω̃ν ἐπίστευσαν καὶ τω̃ν ‘Ελληνίδων γυναικω̃ν τω̃ν εὐσχημόνων καὶ ἀνδρω̃ν οὐκ ὀλίγοι |
13 ὡς δὲ ἔγνωσαν οἱ ἀπò τη̃ς Θεσσαλονίκης ’Ιουδαι̃οι ὅτι καὶ ἐν τη̨̃ Βεροία̨ κατηγγέλη ὑπò του̃ Παύλου ὁ λόγος του̃ θεου̃ ἠ̃λθον κἀκει̃ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους |
14 εὐθέως δὲ τότε τòν Παυ̃λον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν ὑπέμεινάν τε ὅ τε Σιλα̃ς καὶ ὁ Τιμόθεος ἐκει̃ |
15 οἱ δὲ καθιστάνοντες τòν Παυ̃λον ἤγαγον ἕως ’Αθηνω̃ν καὶ λαβόντες ἐντολὴν πρòς τòν Σιλα̃ν καὶ τòν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρòς αὐτòν ἐξή̨εσαν |
16 ἐν δὲ ται̃ς ’Αθήναις ἐκδεχομένου αὐτοὺς του̃ Παύλου παρωξύνετο τò πνευ̃μα αὐτου̃ ἐν αὐτω̨̃ θεωρου̃ντος κατείδωλον οὐ̃σαν τὴν πόλιν |
17 διελέγετο μὲν οὐ̃ν ἐν τη̨̃ συναγωγη̨̃ τοι̃ς ’Ιουδαίοις καὶ τοι̃ς σεβομένοις καὶ ἐν τη̨̃ ἀγορα̨̃ κατὰ πα̃σαν ἡμέραν πρòς τοὺς παρατυγχάνοντας |
18 τινὲς δὲ καὶ τω̃ν ’Επικουρείων καὶ Στοϊκω̃ν φιλοσόφων συνέβαλλον αὐτω̨̃ καί τινες ἔλεγον τί ἂν θέλοι ὁ σπερμολόγος οὑ̃τος λέγειν οἱ δέ ξένων δαιμονίων δοκει̃ καταγγελεὺς εἰ̃ναι ὅτι τòν ’Ιησου̃ν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο |
19 ἐπιλαβόμενοί τε αὐτου̃ ἐπὶ τòν ’Άρειον Πάγον ἤγαγον λέγοντες δυνάμεθα γνω̃ναι τίς ἡ καινὴ αὕτη ἡ ὑπò σου̃ λαλουμένη διδαχή |
20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμω̃ν βουλόμεθα οὐ̃ν γνω̃ναι τίνα θέλει ταυ̃τα εἰ̃ναι |
21 ’Αθηναι̃οι δὲ πάντες καὶ οἱ ἐπιδημου̃ντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον |
22 σταθεὶς δὲ ὁ Παυ̃λος ἐν μέσω̨ του̃ ’Αρείου Πάγου ἔφη ἄνδρες ’Αθηναι̃οι κατὰ πάντα ὡς δεισιδαιμονεστέρου ὑμα̃ς θεωρω̃ |
23 διερχόμενος γὰρ καὶ ἀναθεωρω̃ν τὰ σεβάσματα ὑμω̃ν εὑ̃ρον καὶ βωμòν ἐν ὡ̨̃ ἐπεγέγραπτο ἀγνώστω̨ θεω̨̃ ὃ οὐ̃ν ἀγνοου̃ντες εὐσεβει̃τε του̃το ἐγὼ καταγγέλλω ὑμι̃ν |
24 ὁ θεòς ὁ ποιήσας τòν κόσμον καὶ πάντα τὰ ἐν αὐτω̨̃ οὑ̃τος οὐρανου̃ καὶ γη̃ς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοι̃ς κατοικει̃ |
25 οὐδὲ ὑπò χειρω̃ν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος αὐτòς διδοὺς πα̃σι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα |
26 ἐποίησέν τε ἐξ ἑνòς πα̃ν ἔθνος ἀνθρώπων κατοικει̃ν ἐπὶ παντòς προσώπου τη̃ς γη̃ς ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τη̃ς κατοικίας αὐτω̃ν |
27 ζητει̃ν τòν θεòν εἰ ἄρα γε ψηλαφήσειαν αὐτòν καὶ εὕροιεν καί γε οὐ μακρὰν ἀπò ἑνòς ἑκάστου ἡμω̃ν ὑπάρχοντα |
28 ἐν αὐτω̨̃ γὰρ ζω̃μεν καὶ κινούμεθα καὶ ἐσμέν ὡς καί τινες τω̃ν καθ' ὑμα̃ς ποιητω̃ν εἰρήκασιν του̃ γὰρ καὶ γένος ἐσμέν |
29 γένος οὐ̃ν ὑπάρχοντες του̃ θεου̃ οὐκ ὀφείλομεν νομίζειν χρυσω̨̃ ἢ ἀργύρω̨ ἢ λίθω̨ χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τò θει̃ον εἰ̃ναι ὅμοιον |
30 τοὺς μὲν οὐ̃ν χρόνους τη̃ς ἀγνοίας ὑπεριδὼν ὁ θεòς τὰ νυ̃ν παραγγέλλει τοι̃ς ἀνθρώποις πάντας πανταχου̃ μετανοει̃ν |
31 καθότι ἔστησεν ἡμέραν ἐν ἡ̨̃ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ ἐν ἀνδρὶ ὡ̨̃ ὥρισεν πίστιν παρασχὼν πα̃σιν ἀναστήσας αὐτòν ἐκ νεκρω̃ν |
32 ἀκούσαντες δὲ ἀνάστασιν νεκρω̃ν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἰ̃παν ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν |
33 οὕτως ὁ Παυ̃λος ἐξη̃λθεν ἐκ μέσου αὐτω̃ν |
34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτω̨̃ ἐπίστευσαν ἐν οἱ̃ς καὶ Διονύσιος ὁ ’Αρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοι̃ς |