ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 22,
στἰχοι 4-16
4 ὃς ταύτην τὴν ὁδòν ἐδίωξα ἄχρι θανάτου δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναι̃κας |
5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρει̃ μοι καὶ πα̃ν τò πρεσβυτέριον παρ' ὡ̃ν καὶ ἐπιστολὰς δεξάμενος πρòς τοὺς ἀδελφοὺς εἰς Δαμασκòν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκει̃σε ὄντας δεδεμένους εἰς ’Ιερουσαλὴμ ἵνα τιμωρηθω̃σιν |
6 ἐγένετο δέ μοι πορευομένω̨ καὶ ἐγγίζοντι τη̨̃ Δαμασκω̨̃ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ του̃ οὐρανου̃ περιαστράψαι φω̃ς ἱκανòν περὶ ἐμέ |
7 ἔπεσά τε εἰς τò ἔδαφος καὶ ἤκουσα φωνη̃ς λεγούσης μοι Σαοὺλ Σαούλ τί με διώκεις |
8 ἐγὼ δὲ ἀπεκρίθην τίς εἰ̃ κύριε εἰ̃πέν τε πρός με ἐγώ εἰμι ’Ιησου̃ς ὁ Ναζωραι̃ος ὃν σὺ διώκεις |
9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τò μὲν φω̃ς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν του̃ λαλου̃ντός μοι |
10 εἰ̃πον δέ τί ποιήσω κύριε ὁ δὲ κύριος εἰ̃πεν πρός με ἀναστὰς πορεύου εἰς Δαμασκόν κἀκει̃ σοι λαληθήσεται περὶ πάντων ὡ̃ν τέτακταί σοι ποιη̃σαι |
11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπò τη̃ς δόξης του̃ φωτòς ἐκείνου χειραγωγούμενος ὑπò τω̃ν συνόντων μοι ἠ̃λθον εἰς Δαμασκόν |
12 ‘Ανανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τòν νόμον μαρτυρούμενος ὑπò πάντων τω̃ν κατοικούντων ’Ιουδαίων |
13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἰ̃πέν μοι Σαοὺλ ἀδελφέ ἀνάβλεψον κἀγὼ αὐτη̨̃ τη̨̃ ὥρα̨ ἀνέβλεψα εἰς αὐτόν |
14 ὁ δὲ εἰ̃πεν ὁ θεòς τω̃ν πατέρων ἡμω̃ν προεχειρίσατό σε γνω̃ναι τò θέλημα αὐτου̃ καὶ ἰδει̃ν τòν δίκαιον καὶ ἀκου̃σαι φωνὴν ἐκ του̃ στόματος αὐτου̃ |
15 ὅτι ἔση̨ μάρτυς αὐτω̨̃ πρòς πάντας ἀνθρώπους ὡ̃ν ἑώρακας καὶ ἤκουσας |
16 καὶ νυ̃ν τί μέλλεις ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τò ὄνομα αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.