1 ἀτενίσας δὲ ὁ Παυ̃λος τω̨̃ συνεδρίω̨ εἰ̃πεν ἄνδρες ἀδελφοί ἐγὼ πάση̨ συνειδήσει ἀγαθη̨̃ πεπολίτευμαι τω̨̃ θεω̨̃ ἄχρι ταύτης τη̃ς ἡμέρας |
2 ὁ δὲ ἀρχιερεὺς ‘Ανανίας ἐπέταξεν τοι̃ς παρεστω̃σιν αὐτω̨̃ τύπτειν αὐτου̃ τò στόμα |
3 τότε ὁ Παυ̃λος πρòς αὐτòν εἰ̃πεν τύπτειν σε μέλλει ὁ θεός τοι̃χε κεκονιαμένε καὶ σὺ κάθη̨ κρίνων με κατὰ τòν νόμον καὶ παρανομω̃ν κελεύεις με τύπτεσθαι |
4 οἱ δὲ παρεστω̃τες εἰ̃παν τòν ἀρχιερέα του̃ θεου̃ λοιδορει̃ς |
5 ἔφη τε ὁ Παυ̃λος οὐκ ἤ̨δειν ἀδελφοί ὅτι ἐστὶν ἀρχιερεύς γέγραπται γὰρ ὅτι ἄρχοντα του̃ λαου̃ σου οὐκ ἐρει̃ς κακω̃ς |
6 γνοὺς δὲ ὁ Παυ̃λος ὅτι τò ἓν μέρος ἐστὶν Σαδδουκαίων τò δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τω̨̃ συνεδρίω̨ ἄνδρες ἀδελφοί ἐγὼ Φαρισαι̃ός εἰμι υἱòς Φαρισαίων περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρω̃ν ἐγὼ κρίνομαι |
7 του̃το δὲ αὐτου̃ εἰπόντος ἐγένετο στάσις τω̃ν Φαρισαίων καὶ Σαδδουκαίων καὶ ἐσχίσθη τò πλη̃θος |
8 Σαδδουκαι̃οι μὲν γὰρ λέγουσιν μὴ εἰ̃ναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνευ̃μα Φαρισαι̃οι δὲ ὁμολογου̃σιν τὰ ἀμφότερα |
9 ἐγένετο δὲ κραυγὴ μεγάλη καὶ ἀναστάντες τινὲς τω̃ν γραμματέων του̃ μέρους τω̃ν Φαρισαίων διεμάχοντο λέγοντες οὐδὲν κακòν εὑρίσκομεν ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨ εἰ δὲ πνευ̃μα ἐλάλησεν αὐτω̨̃ ἢ ἄγγελος |
10 πολλη̃ς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθη̨̃ ὁ Παυ̃λος ὑπ' αὐτω̃ν ἐκέλευσεν τò στράτευμα καταβὰν ἁρπάσαι αὐτòν ἐκ μέσου αὐτω̃ν ἄγειν τε εἰς τὴν παρεμβολήν |
11 τη̨̃ δὲ ἐπιούση̨ νυκτὶ ἐπιστὰς αὐτω̨̃ ὁ κύριος εἰ̃πεν θάρσει ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμου̃ εἰς ’Ιερουσαλὴμ οὕτω σε δει̃ καὶ εἰς ‘Ρώμην μαρτυρη̃σαι |
12 γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ ’Ιουδαι̃οι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγει̃ν μήτε πίειν ἕως οὑ̃ ἀποκτείνωσιν τòν Παυ̃λον |
13 ἠ̃σαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι |
14 οἵτινες προσελθόντες τοι̃ς ἀρχιερευ̃σιν καὶ τοι̃ς πρεσβυτέροις εἰ̃παν ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενòς γεύσασθαι ἕως οὑ̃ ἀποκτείνωμεν τòν Παυ̃λον |
15 νυ̃ν οὐ̃ν ὑμει̃ς ἐμφανίσατε τω̨̃ χιλιάρχω̨ σὺν τω̨̃ συνεδρίω̨ ὅπως καταγάγη̨ αὐτòν εἰς ὑμα̃ς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτου̃ ἡμει̃ς δὲ πρò του̃ ἐγγίσαι αὐτòν ἕτοιμοί ἐσμεν του̃ ἀνελει̃ν αὐτόν |
16 ἀκούσας δὲ ὁ υἱòς τη̃ς ἀδελφη̃ς Παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τω̨̃ Παύλω̨ |
17 προσκαλεσάμενος δὲ ὁ Παυ̃λος ἕνα τω̃ν ἑκατονταρχω̃ν ἔφη τòν νεανίαν του̃τον ἀπάγαγε πρòς τòν χιλίαρχον ἔχει γὰρ ἀπαγγει̃λαί τι αὐτω̨̃ |
18 ὁ μὲν οὐ̃ν παραλαβὼν αὐτòν ἤγαγεν πρòς τòν χιλίαρχον καὶ φησίν ὁ δέσμιος Παυ̃λος προσκαλεσάμενός με ἠρώτησεν του̃τον τòν νεανίσκον ἀγαγει̃ν πρòς σέ ἔχοντά τι λαλη̃σαί σοι |
19 ἐπιλαβόμενος δὲ τη̃ς χειρòς αὐτου̃ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ' ἰδίαν ἐπυνθάνετο τί ἐστιν ὃ ἔχεις ἀπαγγει̃λαί μοι |
20 εἰ̃πεν δὲ ὅτι οἱ ’Ιουδαι̃οι συνέθεντο του̃ ἐρωτη̃σαί σε ὅπως αὔριον τòν Παυ̃λον καταγάγη̨ς εἰς τò συνέδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτου̃ |
21 σὺ οὐ̃ν μὴ πεισθη̨̃ς αὐτοι̃ς ἐνεδρεύουσιν γὰρ αὐτòν ἐξ αὐτω̃ν ἄνδρες πλείους τεσσεράκοντα οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγει̃ν μήτε πιει̃ν ἕως οὑ̃ ἀνέλωσιν αὐτόν καὶ νυ̃ν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπò σου̃ ἐπαγγελίαν |
22 ὁ μὲν οὐ̃ν χιλίαρχος ἀπέλυσε τòν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλη̃σαι ὅτι ταυ̃τα ἐνεφάνισας πρός με |
23 καὶ προσκαλεσάμενος δύο τινὰς τω̃ν ἑκατονταρχω̃ν εἰ̃πεν ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθω̃σιν ἕως Καισαρείας καὶ ἱππει̃ς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους ἀπò τρίτης ὥρας τη̃ς νυκτός |
24 κτήνη τε παραστη̃σαι ἵνα ἐπιβιβάσαντες τòν Παυ̃λον διασώσωσι πρòς Φήλικα τòν ἡγεμόνα |
25 γράψας ἐπιστολὴν ἔχουσαν τòν τύπον του̃τον |
26 Κλαύδιος Λυσίας τω̨̃ κρατίστω̨ ἡγεμόνι Φήλικι χαίρειν |
27 τòν ἄνδρα του̃τον συλλημφθέντα ὑπò τω̃ν ’Ιουδαίων καὶ μέλλοντα ἀναιρει̃σθαι ὑπ' αὐτω̃ν ἐπιστὰς σὺν τω̨̃ στρατεύματι ἐξειλάμην μαθὼν ὅτι ‘Ρωμαι̃ός ἐστιν |
28 βουλόμενός τε ἐπιγνω̃ναι τὴν αἰτίαν δι' ἣν ἐνεκάλουν αὐτω̨̃ κατήγαγον εἰς τò συνέδριον αὐτω̃ν |
29 ὃν εὑ̃ρον ἐγκαλούμενον περὶ ζητημάτων του̃ νόμου αὐτω̃ν μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμω̃ν ἔχοντα ἔγκλημα |
30 μηνυθείσης δέ μοι ἐπιβουλη̃ς εἰς τòν ἄνδρα ἔσεσθαι ἐξαυτη̃ς ἔπεμψα πρòς σέ παραγγείλας καὶ τοι̃ς κατηγόροις λέγειν τὰ πρòς αὐτòν ἐπὶ σου̃ |
31 οἱ μὲν οὐ̃ν στρατιω̃ται κατὰ τò διατεταγμένον αὐτοι̃ς ἀναλαβόντες τòν Παυ̃λον ἤγαγον διὰ νυκτòς εἰς τὴν ’Αντιπατρίδα |
32 τη̨̃ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππει̃ς ἀπέρχεσθαι σὺν αὐτω̨̃ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν |
33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τω̨̃ ἡγεμόνι παρέστησαν καὶ τòν Παυ̃λον αὐτω̨̃ |
34 ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπò Κιλικίας |
35 διακούσομαί σου ἔφη ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται κελεύσας ἐν τω̨̃ πραιτωρίω̨ του̃ ‘Ηρώ̨δου φυλάσσεσθαι αὐτόν |