ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 24,
στἰχοι 10-26
10 ἀπεκρίθη τε ὁ Παυ̃λος νεύσαντος αὐτω̨̃ του̃ ἡγεμόνος λέγειν ἐκ πολλω̃ν ἐτω̃ν ὄντα σε κριτὴν τω̨̃ ἔθνει τούτω̨ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτου̃ ἀπολογου̃μαι |
11 δυναμένου σου ἐπιγνω̃ναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ' ἡ̃ς ἀνέβην προσκυνήσων εἰς ’Ιερουσαλήμ |
12 καὶ οὔτε ἐν τω̨̃ ἱερω̨̃ εὑ̃ρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιου̃ντα ὄχλου οὔτε ἐν ται̃ς συναγωγαι̃ς οὔτε κατὰ τὴν πόλιν |
13 οὐδὲ παραστη̃σαι δύνανταί σοι περὶ ὡ̃ν νυνὶ κατηγορου̃σίν μου |
14 ὁμολογω̃ δὲ του̃τό σοι ὅτι κατὰ τὴν ὁδòν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τω̨̃ πατρώ̨ω̨ θεω̨̃ πιστεύων πα̃σι τοι̃ς κατὰ τòν νόμον καὶ τοι̃ς ἐν τοι̃ς προφήταις γεγραμμένοις |
15 ἐλπίδα ἔχων εἰς τòν θεόν ἣν καὶ αὐτοὶ οὑ̃τοι προσδέχονται ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων |
16 ἐν τούτω̨ καὶ αὐτòς ἀσκω̃ ἀπρόσκοπον συνείδησιν ἔχειν πρòς τòν θεòν καὶ τοὺς ἀνθρώπους διὰ παντός |
17 δι' ἐτω̃ν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τò ἔθνος μου παρεγενόμην καὶ προσφοράς |
18 ἐν αἱ̃ς εὑ̃ρόν με ἡγνισμένον ἐν τω̨̃ ἱερω̨̃ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου |
19 τινὲς δὲ ἀπò τη̃ς ’Ασίας ’Ιουδαι̃οι οὓς ἔδει ἐπὶ σου̃ παρει̃ναι καὶ κατηγορει̃ν εἴ τι ἔχοιεν πρòς ἐμέ |
20 ἢ αὐτοὶ οὑ̃τοι εἰπάτωσαν τί εὑ̃ρον ἀδίκημα στάντος μου ἐπὶ του̃ συνεδρίου |
21 ἢ περὶ μια̃ς ταύτης φωνη̃ς ἡ̃ς ἐκέκραξα ἐν αὐτοι̃ς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρω̃ν ἐγὼ κρίνομαι σήμερον ἐφ' ὑμω̃ν |
22 ἀνεβάλετο δὲ αὐτοὺς ὁ φη̃λιξ ἀκριβέστερον εἰδὼς τὰ περὶ τη̃ς ὁδου̃ εἴπας ὅταν Λυσίας ὁ χιλίαρχος καταβη̨̃ διαγνώσομαι τὰ καθ' ὑμα̃ς |
23 διαταξάμενος τω̨̃ ἑκατοντάρχη̨ τηρει̃σθαι αὐτòν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τω̃ν ἰδίων αὐτου̃ ὑπηρετει̃ν αὐτω̨̃ |
24 μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ φη̃λιξ σὺν Δρουσίλλη̨ τη̨̃ ἰδία̨ γυναικὶ οὔση̨ ’Ιουδαία̨ μετεπέμψατο τòν Παυ̃λον καὶ ἤκουσεν αὐτου̃ περὶ τη̃ς εἰς Χριστòν ’Ιησου̃ν πίστεως |
25 διαλεγομένου δὲ αὐτου̃ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ του̃ κρίματος του̃ μέλλοντος ἔμφοβος γενόμενος ὁ Φη̃λιξ ἀπεκρίθη τò νυ̃ν ἔχον πορεύου καιρòν δὲ μεταλαβὼν μετακαλέσομαί σε |
26 ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτω̨̃ ὑπò του̃ Παύλου διò καὶ πυκνότερον αὐτòν μεταπεμπόμενος ὡμίλει αὐτω̨̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.