ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 28,
στἰχοι 11-20
11 μετὰ δὲ τρει̃ς μη̃νας ἀνήχθημεν ἐν πλοίω̨ παρακεχειμακότι ἐν τη̨̃ νήσω̨ ’Αλεξανδρίνω̨ παρασήμω̨ Διοσκούροις |
12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρει̃ς |
13 ὅθεν περιελόντες κατηντήσαμεν εἰς ‘Ρήγιον καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραι̃οι ἤλθομεν εἰς Ποτιόλους |
14 οὑ̃ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν παρ' αὐτοι̃ς ἐπιμει̃ναι ἡμέρας ἑπτά καὶ οὕτως εἰς τὴν ‘Ρώμην ἤλθαμεν |
15 κἀκει̃θεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμω̃ν ἠ̃λθαν εἰς ἀπάντησιν ἡμι̃ν ἄχρι ’Αππίου Φόρου καὶ Τριω̃ν Ταβερνω̃ν οὓς ἰδὼν ὁ Παυ̃λος εὐχαριστήσας τω̨̃ θεω̨̃ ἔλαβε θάρσος |
16 ὅτε δὲ εἰσήλθομεν εἰς ‘Ρώμην ἐπετράπη τω̨̃ Παύλω̨ μένειν καθ' ἑαυτòν σὺν τω̨̃ φυλάσσοντι αὐτòν στρατιώτη̨ |
17 ἐγένετο δὲ μετὰ ἡμέρας τρει̃ς συγκαλέσασθαι αὐτòν τοὺς ὄντας τω̃ν ’Ιουδαίων πρώτους συνελθόντων δὲ αὐτω̃ν ἔλεγεν πρòς αὐτούς ἐγώ ἄνδρες ἀδελφοί οὐδὲν ἐναντίον ποιήσας τω̨̃ λαω̨̃ ἢ τοι̃ς ἔθεσι τοι̃ς πατρώ̨οις δέσμιος ἐξ ‘Ιεροσολύμων παρεδόθην εἰς τὰς χει̃ρας τω̃ν ‘Ρωμαίων |
18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολυ̃σαι διὰ τò μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί |
19 ἀντιλεγόντων δὲ τω̃ν ’Ιουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα οὐχ ὡς του̃ ἔθνους μου ἔχων τι κατηγορει̃ν |
20 διὰ ταύτην οὐ̃ν τὴν αἰτίαν παρεκάλεσα ὑμα̃ς ἰδει̃ν καὶ προσλαλη̃σαι ἕνεκεν γὰρ τη̃ς ἐλπίδος του̃ ’Ισραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.