ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 28,
στἰχοι 3-6
3 συστρέψαντος δὲ του̃ Παύλου φρυγάνων τι πλη̃θος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν ἔχιδνα ἀπò τη̃ς θέρμης ἐξελθου̃σα καθη̃ψεν τη̃ς χειρòς αὐτου̃ |
4 ὡς δὲ εἰ̃δον οἱ βάρβαροι κρεμάμενον τò θηρίον ἐκ τη̃ς χειρòς αὐτου̃ πρòς ἀλλήλους ἔλεγον πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὑ̃τος ὃν διασωθέντα ἐκ τη̃ς θαλάσσης ἡ δίκη ζη̃ν οὐκ εἴασεν |
5 ὁ μὲν οὐ̃ν ἀποτινάξας τò θηρίον εἰς τò πυ̃ρ ἔπαθεν οὐδὲν κακόν |
6 οἱ δὲ προσεδόκων αὐτòν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν ἐπὶ πολὺ δὲ αὐτω̃ν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτòν γινόμενον μεταβαλόμενοι ἔλεγον αὐτòν εἰ̃ναι θεόν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.