Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 3

Πέτρος δὲ καὶ ’Ιωάννης ἀνέβαινον εἰς τò ἱερòν ἐπὶ τὴν ὥραν τη̃ς προσευχη̃ς τὴν ἐνάτην
καί τις ἀνὴρ χωλòς ἐκ κοιλίας μητρòς αὐτου̃ ὑπάρχων ἐβαστάζετο ὃν ἐτίθουν καθ' ἡμέραν πρòς τὴν θύραν του̃ ἱερου̃ τὴν λεγομένην ὡραίαν του̃ αἰτει̃ν ἐλεημοσύνην παρὰ τω̃ν εἰσπορευομένων εἰς τò ἱερόν
ὃς ἰδὼν Πέτρον καὶ ’Ιωάννην μέλλοντας εἰσιέναι εἰς τò ἱερòν ἠρώτα ἐλεημοσύνην λαβει̃ν
ἀτενίσας δὲ Πέτρος εἰς αὐτòν σὺν τω̨̃ ’Ιωάννη̨ εἰ̃πεν βλέψον εἰς ἡμα̃ς
ὁ δὲ ἐπει̃χεν αὐτοι̃ς προσδοκω̃ν τι παρ' αὐτω̃ν λαβει̃ν
εἰ̃πεν δὲ Πέτρος ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι ὃ δὲ ἔχω του̃τό σοι δίδωμι ἐν τω̨̃ ὀνόματι ’Ιησου̃ Χριστου̃ του̃ Ναζωραίου ἔγειρε καὶ περιπάτει
καὶ πιάσας αὐτòν τη̃ς δεξια̃ς χειρòς ἤγειρεν αὐτόν παραχρη̃μα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτου̃ καὶ τὰ σφυδρά
καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει καὶ εἰση̃λθεν σὺν αὐτοι̃ς εἰς τò ἱερòν περιπατω̃ν καὶ ἁλλόμενος καὶ αἰνω̃ν τòν θεόν
καὶ εἰ̃δεν πα̃ς ὁ λαòς αὐτòν περιπατου̃ντα καὶ αἰνου̃ντα τòν θεόν
10 ἐπεγίνωσκον δὲ αὐτòν ὅτι αὐτòς ἠ̃ν ὁ πρòς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τη̨̃ ὡραία̨ πύλη̨ του̃ ἱερου̃ καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τω̨̃ συμβεβηκότι αὐτω̨̃
11 κρατου̃ντος δὲ αὐτου̃ τòν Πέτρον καὶ τòν ’Ιωάννην συνέδραμεν πα̃ς ὁ λαòς πρòς αὐτοὺς ἐπὶ τη̨̃ στοα̨̃ τη̨̃ καλουμένη̨ Σολομω̃ντος ἔκθαμβοι
12 ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρòς τòν λαόν ἄνδρες ’Ισραηλι̃ται τί θαυμάζετε ἐπὶ τούτω̨ ἢ ἡμι̃ν τί ἀτενίζετε ὡς ἰδία̨ δυνάμει ἢ εὐσεβεία̨ πεποιηκόσιν του̃ περιπατει̃ν αὐτόν
13 ὁ θεòς ’Αβραὰμ καὶ ὁ θεòς ’Ισαὰκ καὶ ὁ θεòς ’Ιακώβ ὁ θεòς τω̃ν πατέρων ἡμω̃ν ἐδόξασεν τòν παι̃δα αὐτου̃ ’Ιησου̃ν ὃν ὑμει̃ς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου κρίναντος ἐκείνου ἀπολύειν
14 ὑμει̃ς δὲ τòν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ἠ̨τήσασθε ἄνδρα φονέα χαρισθη̃ναι ὑμι̃ν
15 τòν δὲ ἀρχηγòν τη̃ς ζωη̃ς ἀπεκτείνατε ὃν ὁ θεòς ἤγειρεν ἐκ νεκρω̃ν οὑ̃ ἡμει̃ς μάρτυρές ἐσμεν
16 καὶ ἐπὶ τη̨̃ πίστει του̃ ὀνόματος αὐτου̃ του̃τον ὃν θεωρει̃τε καὶ οἴδατε ἐστερέωσεν τò ὄνομα αὐτου̃ καὶ ἡ πίστις ἡ δι' αὐτου̃ ἔδωκεν αὐτω̨̃ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμω̃ν
17 καὶ νυ̃ν ἀδελφοί οἰ̃δα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε ὥσπερ καὶ οἱ ἄρχοντες ὑμω̃ν
18 ὁ δὲ θεòς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τω̃ν προφητω̃ν παθει̃ν τòν Χριστòν αὐτου̃ ἐπλήρωσεν οὕτως
19 μετανοήσατε οὐ̃ν καὶ ἐπιστρέψατε εἰς τò ἐξαλειφθη̃ναι ὑμω̃ν τὰς ἁμαρτίας
20 ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπò προσώπου του̃ κυρίου καὶ ἀποστείλη̨ τòν προκεχειρισμένον ὑμι̃ν Χριστόν ’Ιησου̃ν
21 ὃν δει̃ οὐρανòν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὡ̃ν ἐλάλησεν ὁ θεòς διὰ στόματος τω̃ν ἁγίων ἀπ' αἰω̃νος αὐτου̃ προφητω̃ν
22 Μωϋση̃ς μὲν εἰ̃πεν ὅτι προφήτην ὑμι̃ν ἀναστήσει κύριος ὁ θεòς ὑμω̃ν ἐκ τω̃ν ἀδελφω̃ν ὑμω̃ν ὡς ἐμέ αὐτου̃ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήση̨ πρòς ὑμα̃ς
23 ἔσται δὲ πα̃σα ψυχὴ ἥτις ἐὰν μὴ ἀκούση̨ του̃ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ του̃ λαου̃
24 καὶ πάντες δὲ οἱ προφη̃ται ἀπò Σαμουὴλ καὶ τω̃ν καθεξη̃ς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας
25 ὑμει̃ς ἐστε οἱ υἱοὶ τω̃ν προφητω̃ν καὶ τη̃ς διαθήκης ἡ̃ς διέθετο ὁ θεòς πρòς τοὺς πατέρας ὑμω̃ν λέγων πρòς ’Αβραάμ καὶ ἐν τω̨̃ σπέρματί σου ἐνευλογηθήσονται πα̃σαι αἱ πατριαὶ τη̃ς γη̃ς
26 ὑμι̃ν πρω̃τον ἀναστήσας ὁ θεòς τòν παι̃δα αὐτου̃ ἀπέστειλεν αὐτòν εὐλογου̃ντα ὑμα̃ς ἐν τω̨̃ ἀποστρέφειν ἕκαστον ἀπò τω̃ν πονηριω̃ν ὑμω̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).