ΑΜΏΣ,
κεφαλίς 3
1 ἀκούσατε τὸν λόγον του̃τον ὃν ἐλάλησεν κύριος ἐφ' ὑμα̃ς οἰ̃κος Ισραηλ καὶ κατὰ πάσης φυλη̃ς ἡ̃ς ἀνήγαγον ἐκ γη̃ς Αἰγύπτου λέγων |
2 πλὴν ὑμα̃ς ἔγνων ἐκ πασω̃ν φυλω̃ν τη̃ς γη̃ς διὰ του̃το ἐκδικήσω ἐφ' ὑμα̃ς πάσας τὰς ἁμαρτίας ὑμω̃ν |
3 εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς |
4 εἰ ἐρεύξεται λέων ἐκ του̃ δρυμου̃ αὐτου̃ θήραν οὐκ ἔχων εἰ δώσει σκύμνος φωνὴν αὐτου̃ ἐκ τη̃ς μάνδρας αὐτου̃ καθόλου ἐὰν μὴ ἁρπάση̨ τι |
5 εἰ πεσει̃ται ὄρνεον ἐπὶ τὴν γη̃ν ἄνευ ἰξευτου̃ εἰ σχασθήσεται παγὶς ἐπὶ τη̃ς γη̃ς ἄνευ του̃ συλλαβει̃ν τι |
6 εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν |
7 διότι οὐ μὴ ποιήση̨ κύριος ὁ θεὸς πρα̃γμα ἐὰν μὴ ἀποκαλύψη̨ παιδείαν αὐτου̃ πρὸς τοὺς δούλους αὐτου̃ τοὺς προφήτας |
8 λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται κύριος ὁ θεὸς ἐλάλησεν καὶ τίς οὐ προφητεύσει |
9 ἀπαγγείλατε χώραις ἐν 'Ασσυρίοις καὶ ἐπὶ τὰς χώρας τη̃ς Αἰγύπτου καὶ εἴπατε συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσω̨ αὐτη̃ς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτη̨̃ |
10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτη̃ς λέγει κύριος οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ται̃ς χώραις αὐτω̃ν |
11 διὰ του̃το τάδε λέγει κύριος ὁ θεός Τύρος κυκλόθεν ἡ γη̃ σου ἐρημωθήσεται καὶ κατάξει ἐκ σου̃ ἰσχύν σου καὶ διαρπαγήσονται αἱ χω̃ραί σου |
12 τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάση̨ ὁ ποιμὴν ἐκ στόματος του̃ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικου̃ντες ἐν Σαμαρεία̨ κατέναντι φυλη̃ς καὶ ἐν Δαμασκω̨̃ ἱερει̃ς |
13 ἀκούσατε καὶ ἐπιμαρτύρασθε τω̨̃ οἴκω̨ Ιακωβ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ |
14 διότι ἐν τη̨̃ ἡμέρα̨ ὅταν ἐκδικω̃ ἀσεβείας του̃ Ισραηλ ἐπ' αὐτόν καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθηλ καὶ κατασκαφήσεται τὰ κέρατα του̃ θυσιαστηρίου καὶ πεσου̃νται ἐπὶ τὴν γη̃ν |
15 συγχεω̃ καὶ πατάξω τὸν οἰ̃κον τὸν περίπτερον ἐπὶ τὸν οἰ̃κον τὸν θερινόν καὶ ἀπολου̃νται οἰ̃κοι ἐλεφάντινοι καὶ προστεθήσονται οἰ̃κοι ἕτεροι πολλοί λέγει κύριος |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.