ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ,
κεφαλίς 4
1 οἱ κύριοι τò δίκαιον καὶ τὴν ἰσότητα τοι̃ς δούλοις παρέχεσθε εἰδότες ὅτι καὶ ὑμει̃ς ἔχετε κύριον ἐν οὐρανω̨̃ |
2 τη̨̃ προσευχη̨̃ προσκαρτερει̃τε γρηγορου̃ντες ἐν αὐτη̨̃ ἐν εὐχαριστία̨ |
3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμω̃ν ἵνα ὁ θεòς ἀνοίξη̨ ἡμι̃ν θύραν του̃ λόγου λαλη̃σαι τò μυστήριον του̃ Χριστου̃ δι' ὃ καὶ δέδεμαι |
4 ἵνα φανερώσω αὐτò ὡς δει̃ με λαλη̃σαι |
5 ἐν σοφία̨ περιπατει̃τε πρòς τοὺς ἔξω τòν καιρòν ἐξαγοραζόμενοι |
6 ὁ λόγος ὑμω̃ν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος εἰδέναι πω̃ς δει̃ ὑμα̃ς ἑνὶ ἑκάστω̨ ἀποκρίνεσθαι |
7 τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμι̃ν Τυχικòς ὁ ἀγαπητòς ἀδελφòς καὶ πιστòς διάκονος καὶ σύνδουλος ἐν κυρίω̨ |
8 ὃν ἔπεμψα πρòς ὑμα̃ς εἰς αὐτò του̃το ἵνα γνω̃τε τὰ περὶ ἡμω̃ν καὶ παρακαλέση̨ τὰς καρδίας ὑμω̃ν |
9 σὺν ’Ονησίμω̨ τω̨̃ πιστω̨̃ καὶ ἀγαπητω̨̃ ἀδελφω̨̃ ὅς ἐστιν ἐξ ὑμω̃ν πάντα ὑμι̃ν γνωρίσουσιν τὰ ὡ̃δε |
10 ἀσπάζεται ὑμα̃ς ’Αρίσταρχος ὁ συναιχμάλωτός μου καὶ Μα̃ρκος ὁ ἀνεψιòς Βαρναβα̃ περὶ οὑ̃ ἐλάβετε ἐντολάς ἐὰν ἔλθη̨ πρòς ὑμα̃ς δέξασθε αὐτόν |
11 καὶ ’Ιησου̃ς ὁ λεγόμενος ’Ιου̃στος οἱ ὄντες ἐκ περιτομη̃ς οὑ̃τοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν του̃ θεου̃ οἵτινες ἐγενήθησάν μοι παρηγορία |
12 ἀσπάζεται ὑμα̃ς ’Επαφρα̃ς ὁ ἐξ ὑμω̃ν δου̃λος Χριστου̃ ’Ιησου̃ πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμω̃ν ἐν ται̃ς προσευχαι̃ς ἵνα σταθη̃τε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι του̃ θεου̃ |
13 μαρτυρω̃ γὰρ αὐτω̨̃ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμω̃ν καὶ τω̃ν ἐν Λαοδικεία̨ καὶ τω̃ν ἐν ‘Ιεραπόλει |
14 ἀσπάζεται ὑμα̃ς Λουκα̃ς ὁ ἰατρòς ὁ ἀγαπητòς καὶ Δημα̃ς |
15 ἀσπάσασθε τοὺς ἐν Λαοδικεία̨ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ' οἰ̃κον αὐτη̃ς ἐκκλησίαν |
16 καὶ ὅταν ἀναγνωσθη̨̃ παρ' ὑμι̃ν ἡ ἐπιστολή ποιήσατε ἵνα καὶ ἐν τη̨̃ Λαοδικέων ἐκκλησία̨ ἀναγνωσθη̨̃ καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμει̃ς ἀναγνω̃τε |
17 καὶ εἴπατε ’Αρχίππω̨ βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίω̨ ἵνα αὐτὴν πληροι̃ς |
18 ὁ ἀσπασμòς τη̨̃ ἐμη̨̃ χειρὶ Παύλου μνημονεύετέ μου τω̃ν δεσμω̃ν ἡ χάρις μεθ' ὑμω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.