1 ἐν ἔτει τρίτω̨ τη̃ς βασιλείας Βαλτασαρ του̃ βασιλέως ὅρασις ὤφθη πρός με ἐγὼ Δανιηλ μετὰ τὴν ὀφθει̃σάν μοι τὴν ἀρχήν |
2 καὶ ἤμην ἐν Σούσοις τη̨̃ βάρει ἥ ἐστιν ἐν χώρα̨ Αιλαμ καὶ εἰ̃δον ἐν ὁράματι καὶ ἤμην ἐπὶ του̃ Ουβαλ |
3 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ κριὸς εἱ̃ς ἑστηκὼς πρὸ του̃ Ουβαλ καὶ αὐτω̨̃ κέρατα καὶ τὰ κέρατα ὑψηλά καὶ τὸ ἓν ὑψηλότερον του̃ ἑτέρου καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ' ἐσχάτων |
4 εἰ̃δον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρα̃ν καὶ νότον καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠ̃ν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτου̃ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτου̃ καὶ ἐμεγαλύνθη |
5 καὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγω̃ν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς καὶ οὐκ ἠ̃ν ἁπτόμενος τη̃ς γη̃ς καὶ τω̨̃ τράγω̨ κέρας θεωρητὸν ἀνὰ μέσον τω̃ν ὀφθαλμω̃ν αὐτου̃ |
6 καὶ ἠ̃λθεν ἕως του̃ κριου̃ του̃ τὰ κέρατα ἔχοντος οὑ̃ εἰ̃δον ἑστω̃τος ἐνώπιον του̃ Ουβαλ καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμη̨̃ τη̃ς ἰσχύος αὐτου̃ |
7 καὶ εἰ̃δον αὐτὸν φθάνοντα ἕως του̃ κριου̃ καὶ ἐξηγριάνθη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτου̃ καὶ οὐκ ἠ̃ν ἰσχὺς τω̨̃ κριω̨̃ του̃ στη̃ναι ἐνώπιον αὐτου̃ καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γη̃ν καὶ συνεπάτησεν αὐτόν καὶ οὐκ ἠ̃ν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτου̃ |
8 καὶ ὁ τράγος τω̃ν αἰγω̃ν ἐμεγαλύνθη ἕως σφόδρα καὶ ἐν τω̨̃ ἰσχυ̃σαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτου̃ τὸ μέγα καὶ ἀνέβη κέρατα τέσσαρα ὑποκάτω αὐτου̃ εἰς τοὺς τέσσαρας ἀνέμους του̃ οὐρανου̃ |
9 καὶ ἐκ του̃ ἑνὸς αὐτω̃ν ἐξη̃λθεν κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσω̃ς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς τὴν δύναμιν |
10 ἐμεγαλύνθη ἕως τη̃ς δυνάμεως του̃ οὐρανου̃ καὶ ἔπεσεν ἐπὶ τὴν γη̃ν ἀπὸ τη̃ς δυνάμεως του̃ οὐρανου̃ καὶ ἀπὸ τω̃ν ἄστρων καὶ συνεπάτησεν αὐτά |
11 καὶ ἕως οὑ̃ ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν καὶ δι' αὐτὸν θυσία ἐρράχθη καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτω̨̃ καὶ τὸ ἅγιον ἐρημωθήσεται |
12 καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη καὶ ἐποίησεν καὶ εὐοδώθη |
13 καὶ ἤκουσα ἑνὸς ἁγίου λαλου̃ντος καὶ εἰ̃πεν εἱ̃ς ἅγιος τω̨̃ φελμουνι τω̨̃ λαλου̃ντι ἕως πότε ἡ ὅρασις στήσεται ἡ θυσία ἡ ἀρθει̃σα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθει̃σα καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται |
14 καὶ εἰ̃πεν αὐτω̨̃ ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι καὶ καθαρισθήσεται τὸ ἅγιον |
15 καὶ ἐγένετο ἐν τω̨̃ ἰδει̃ν με ἐγὼ Δανιηλ τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμου̃ ὡς ὅρασις ἀνδρός |
16 καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον του̃ Ουβαλ καὶ ἐκάλεσεν καὶ εἰ̃πεν Γαβριηλ συνέτισον ἐκει̃νον τὴν ὅρασιν |
17 καὶ ἠ̃λθεν καὶ ἔστη ἐχόμενος τη̃ς στάσεώς μου καὶ ἐν τω̨̃ ἐλθει̃ν αὐτὸν ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ εἰ̃πεν πρός με σύνες υἱὲ ἀνθρώπου ἔτι γὰρ εἰς καιρου̃ πέρας ἡ ὅρασις |
18 καὶ ἐν τω̨̃ λαλει̃ν αὐτὸν μετ' ἐμου̃ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γη̃ν καὶ ἥψατό μου καὶ ἔστησέν με ἐπὶ πόδας |
19 καὶ εἰ̃πεν ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ' ἐσχάτων τη̃ς ὀργη̃ς ἔτι γὰρ εἰς καιρου̃ πέρας ἡ ὅρασις |
20 ὁ κριός ὃν εἰ̃δες ὁ ἔχων τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσω̃ν |
21 καὶ ὁ τράγος τω̃ν αἰγω̃ν βασιλεὺς 'Ελλήνων καὶ τὸ κέρας τὸ μέγα ὃ ἠ̃ν ἀνὰ μέσον τω̃ν ὀφθαλμω̃ν αὐτου̃ αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρω̃τος |
22 καὶ του̃ συντριβέντος οὑ̃ ἔστησαν τέσσαρα ὑποκάτω κέρατα τέσσαρες βασιλει̃ς ἐκ του̃ ἔθνους αὐτου̃ ἀναστήσονται καὶ οὐκ ἐν τη̨̃ ἰσχύι αὐτου̃ |
23 καὶ ἐπ' ἐσχάτων τη̃ς βασιλείας αὐτω̃ν πληρουμένων τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπω̨ καὶ συνίων προβλήματα |
24 καὶ κραταιὰ ἡ ἰσχὺς αὐτου̃ καὶ οὐκ ἐν τη̨̃ ἰσχύι αὐτου̃ καὶ θαυμαστὰ διαφθερει̃ καὶ κατευθυνει̃ καὶ ποιήσει καὶ διαφθερει̃ ἰσχυροὺς καὶ λαὸν ἅγιον |
25 καὶ ὁ ζυγὸς του̃ κλοιου̃ αὐτου̃ κατευθυνει̃ δόλος ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐν καρδία̨ αὐτου̃ μεγαλυνθήσεται καὶ δόλω̨ διαφθερει̃ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλω̃ν στήσεται καὶ ὡς ὠ̨ὰ χειρὶ συντρίψει |
26 καὶ ἡ ὅρασις τη̃ς ἑσπέρας καὶ τη̃ς πρωίας τη̃ς ῥηθείσης ἀληθής ἐστιν καὶ σὺ σφράγισον τὴν ὅρασιν ὅτι εἰς ἡμέρας πολλάς |
27 καὶ ἐγὼ Δανιηλ ἐκοιμήθην καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα του̃ βασιλέως καὶ ἐθαύμαζον τὴν ὅρασιν καὶ οὐκ ἠ̃ν ὁ συνίων |