Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 10

ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ εἰ̃πεν κύριος πρός με λάξευσον σεαυτω̨̃ δύο πλάκας λιθίνας ὥσπερ τὰς πρώτας καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ποιήσεις σεαυτω̨̃ κιβωτὸν ξυλίνην
καὶ γράψω ἐπὶ τὰς πλάκας τὰ ῥήματα ἃ ἠ̃ν ἐν ται̃ς πλαξὶν ται̃ς πρώταις ἃς συνέτριψας καὶ ἐμβαλει̃ς αὐτὰς εἰς τὴν κιβωτόν
καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ ἐλάξευσα τὰς δύο πλάκας τὰς λιθίνας ὡς αἱ πρω̃ται καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ται̃ς χερσίν μου
καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους οὓς ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐν τω̨̃ ὄρει ἐκ μέσου του̃ πυρός καὶ ἔδωκεν αὐτὰς κύριος ἐμοί
καὶ ἐπιστρέψας κατέβην ἐκ του̃ ὄρους καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτόν ἣν ἐποίησα καὶ ἠ̃σαν ἐκει̃ καθὰ ἐνετείλατό μοι κύριος
καὶ οἱ υἱοὶ Ισραηλ ἀπη̃ραν ἐκ Βηρωθ υἱω̃ν Ιακιμ Μισαδαι ἐκει̃ ἀπέθανεν Ααρων καὶ ἐτάφη ἐκει̃ καὶ ἱεράτευσεν Ελεαζαρ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
ἐκει̃θεν ἀπη̃ραν εἰς Γαδγαδ καὶ ἀπὸ Γαδγαδ εἰς Ετεβαθα γη̃ χείμαρροι ὑδάτων
ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ διέστειλεν κύριος τὴν φυλὴν τὴν Λευι αἴρειν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου παρεστάναι ἔναντι κυρίου λειτουργει̃ν καὶ ἐπεύχεσθαι ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ ἕως τη̃ς ἡμέρας ταύτης
διὰ του̃το οὐκ ἔστιν τοι̃ς Λευίταις μερὶς καὶ κλη̃ρος ἐν τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν κύριος αὐτὸς κλη̃ρος αὐτου̃ καθὰ εἰ̃πεν αὐτω̨̃
10 κἀγὼ εἱστήκειν ἐν τω̨̃ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ εἰσήκουσεν κύριος ἐμου̃ καὶ ἐν τω̨̃ καιρω̨̃ τούτω̨ καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρευ̃σαι ὑμα̃ς
11 καὶ εἰ̃πεν κύριος πρός με βάδιζε ἄπαρον ἐναντίον του̃ λαου̃ τούτου καὶ εἰσπορευέσθωσαν καὶ κληρονομείτωσαν τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν δου̃ναι αὐτοι̃ς
12 καὶ νυ̃ν Ισραηλ τί κύριος ὁ θεός σου αἰτει̃ται παρὰ σου̃ ἀλλ' ἢ φοβει̃σθαι κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃ καὶ ἀγαπα̃ν αὐτὸν καὶ λατρεύειν κυρίω̨ τω̨̃ θεω̨̃ σου ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου
13 φυλάσσεσθαι τὰς ἐντολὰς κυρίου του̃ θεου̃ σου καὶ τὰ δικαιώματα αὐτου̃ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὐ̃ σοι ἠ̨̃
14 ἰδοὺ κυρίου του̃ θεου̃ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς του̃ οὐρανου̃ ἡ γη̃ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτη̨̃
15 πλὴν τοὺς πατέρας ὑμω̃ν προείλατο κύριος ἀγαπα̃ν αὐτοὺς καὶ ἐξελέξατο τὸ σπέρμα αὐτω̃ν μετ' αὐτοὺς ὑμα̃ς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην
16 καὶ περιτεμει̃σθε τὴν σκληροκαρδίαν ὑμω̃ν καὶ τὸν τράχηλον ὑμω̃ν οὐ σκληρυνει̃τε ἔτι
17 ὁ γὰρ κύριος ὁ θεὸς ὑμω̃ν οὑ̃τος θεὸς τω̃ν θεω̃ν καὶ κύριος τω̃ν κυρίων ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ ὁ φοβερός ὅστις οὐ θαυμάζει πρόσωπον οὐδ' οὐ μὴ λάβη̨ δω̃ρον
18 ποιω̃ν κρίσιν προσηλύτω̨ καὶ ὀρφανω̨̃ καὶ χήρα̨ καὶ ἀγαπα̨̃ τὸν προσήλυτον δου̃ναι αὐτω̨̃ ἄρτον καὶ ἱμάτιον
19 καὶ ἀγαπήσετε τὸν προσήλυτον προσήλυτοι γὰρ ἠ̃τε ἐν γη̨̃ Αἰγύπτω̨
20 κύριον τὸν θεόν σου φοβηθήση̨ καὶ αὐτω̨̃ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήση̨ καὶ τω̨̃ ὀνόματι αὐτου̃ ὀμη̨̃
21 οὑ̃τος καύχημά σου καὶ οὑ̃τος θεός σου ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταυ̃τα ἃ εἴδοσαν οἱ ὀφθαλμοί σου
22 ἐν ἑβδομήκοντα ψυχαι̃ς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον νυνὶ δὲ ἐποίησέν σε κύριος ὁ θεός σου ὡσεὶ τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).