Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 34

καὶ ἀνέβη Μωυση̃ς ἀπὸ Αραβωθ Μωαβ ἐπὶ τὸ ὄρος Ναβαυ ἐπὶ κορυφὴν Φασγα ἥ ἐστιν ἐπὶ προσώπου Ιεριχω καὶ ἔδειξεν αὐτω̨̃ κύριος πα̃σαν τὴν γη̃ν Γαλααδ ἕως Δαν
καὶ πα̃σαν τὴν γη̃ν Νεφθαλι καὶ πα̃σαν τὴν γη̃ν Εφραιμ καὶ Μανασση καὶ πα̃σαν τὴν γη̃ν Ιουδα ἕως τη̃ς θαλάσσης τη̃ς ἐσχάτης
καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Ιεριχω πόλιν φοινίκων ἕως Σηγωρ
καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν αὕτη ἡ γη̃ ἣν ὤμοσα Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τω̨̃ σπέρματι ὑμω̃ν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἐκει̃ οὐκ εἰσελεύση̨
καὶ ἐτελεύτησεν Μωυση̃ς οἰκέτης κυρίου ἐν γη̨̃ Μωαβ διὰ ῥήματος κυρίου
καὶ ἔθαψαν αὐτὸν ἐν Γαι ἐν γη̨̃ Μωαβ ἐγγὺς οἴκου Φογωρ καὶ οὐκ οἰ̃δεν οὐδεὶς τὴν ταφὴν αὐτου̃ ἕως τη̃ς ἡμέρας ταύτης
Μωυση̃ς δὲ ἠ̃ν ἑκατὸν καὶ εἴκοσι ἐτω̃ν ἐν τω̨̃ τελευτα̃ν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτου̃ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτου̃
καὶ ἔκλαυσαν οἱ υἱοὶ Ισραηλ τὸν Μωυση̃ν ἐν Αραβωθ Μωαβ ἐπὶ του̃ Ιορδάνου κατὰ Ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμου̃ Μωυση̃
καὶ 'Ιησου̃ς υἱὸς Ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ Μωυση̃ς τὰς χει̃ρας αὐτου̃ ἐπ' αὐτόν καὶ εἰσήκουσαν αὐτου̃ οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
10 καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ισραηλ ὡς Μωυση̃ς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον
11 ἐν πα̃σι τοι̃ς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιη̃σαι αὐτὰ ἐν γη̨̃ Αἰγύπτω̨ Φαραω καὶ τοι̃ς θεράπουσιν αὐτου̃ καὶ πάση̨ τη̨̃ γη̨̃ αὐτου̃
12 τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χει̃ρα τὴν κραταιάν ἃ ἐποίησεν Μωυση̃ς ἔναντι παντὸς Ισραηλ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).