Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 34,  στἰχοι 5-12

καὶ ἐτελεύτησεν Μωυση̃ς οἰκέτης κυρίου ἐν γη̨̃ Μωαβ διὰ ῥήματος κυρίου
καὶ ἔθαψαν αὐτὸν ἐν Γαι ἐν γη̨̃ Μωαβ ἐγγὺς οἴκου Φογωρ καὶ οὐκ οἰ̃δεν οὐδεὶς τὴν ταφὴν αὐτου̃ ἕως τη̃ς ἡμέρας ταύτης
Μωυση̃ς δὲ ἠ̃ν ἑκατὸν καὶ εἴκοσι ἐτω̃ν ἐν τω̨̃ τελευτα̃ν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτου̃ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτου̃
καὶ ἔκλαυσαν οἱ υἱοὶ Ισραηλ τὸν Μωυση̃ν ἐν Αραβωθ Μωαβ ἐπὶ του̃ Ιορδάνου κατὰ Ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμου̃ Μωυση̃
καὶ 'Ιησου̃ς υἱὸς Ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ Μωυση̃ς τὰς χει̃ρας αὐτου̃ ἐπ' αὐτόν καὶ εἰσήκουσαν αὐτου̃ οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
10 καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ισραηλ ὡς Μωυση̃ς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον
11 ἐν πα̃σι τοι̃ς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιη̃σαι αὐτὰ ἐν γη̨̃ Αἰγύπτω̨ Φαραω καὶ τοι̃ς θεράπουσιν αὐτου̃ καὶ πάση̨ τη̨̃ γη̨̃ αὐτου̃
12 τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χει̃ρα τὴν κραταιάν ἃ ἐποίησεν Μωυση̃ς ἔναντι παντὸς Ισραηλ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).