Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 4

καὶ νυ̃ν Ισραηλ ἄκουε τω̃ν δικαιωμάτων καὶ τω̃ν κριμάτων ὅσα ἐγὼ διδάσκω ὑμα̃ς σήμερον ποιει̃ν ἵνα ζη̃τε καὶ πολυπλασιασθη̃τε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γη̃ν ἣν κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν δίδωσιν ὑμι̃ν
οὐ προσθήσετε πρὸς τὸ ῥη̃μα ὃ ἐγὼ ἐντέλλομαι ὑμι̃ν καὶ οὐκ ἀφελει̃τε ἀπ' αὐτου̃ φυλάσσεσθε τὰς ἐντολὰς κυρίου του̃ θεου̃ ὑμω̃ν ὅσα ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον
οἱ ὀφθαλμοὶ ὑμω̃ν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν τω̨̃ Βεελφεγωρ ὅτι πα̃ς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγωρ ἐξέτριψεν αὐτὸν κύριος ὁ θεὸς ὑμω̃ν ἐξ ὑμω̃ν
ὑμει̃ς δὲ οἱ προσκείμενοι κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν ζη̃τε πάντες ἐν τη̨̃ σήμερον
ἴδετε δέδειχα ὑμι̃ν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι κύριος ποιη̃σαι οὕτως ἐν τη̨̃ γη̨̃ εἰς ἣν ὑμει̃ς εἰσπορεύεσθε ἐκει̃ κληρονομει̃ν αὐτήν
καὶ φυλάξεσθε καὶ ποιήσετε ὅτι αὕτη ἡ σοφία ὑμω̃ν καὶ ἡ σύνεσις ἐναντίον πάντων τω̃ν ἐθνω̃ν ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα ταυ̃τα καὶ ἐρου̃σιν ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα του̃το
ὅτι ποι̃ον ἔθνος μέγα ὡ̨̃ ἐστιν αὐτω̨̃ θεὸς ἐγγίζων αὐτοι̃ς ὡς κύριος ὁ θεὸς ἡμω̃ν ἐν πα̃σιν οἱ̃ς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα
καὶ ποι̃ον ἔθνος μέγα ὡ̨̃ ἐστιν αὐτω̨̃ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον του̃τον ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμω̃ν σήμερον
πρόσεχε σεαυτω̨̃ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα μὴ ἐπιλάθη̨ πάντας τοὺς λόγους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου καὶ μὴ ἀποστήτωσαν ἀπὸ τη̃ς καρδίας σου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τω̃ν υἱω̃ν σου
10 ἡμέραν ἣν ἔστητε ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν ἐν Χωρηβ τη̨̃ ἡμέρα̨ τη̃ς ἐκκλησίας ὅτε εἰ̃πεν κύριος πρός με ἐκκλησίασον πρός με τὸν λαόν καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου ὅπως μάθωσιν φοβει̃σθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζω̃σιν ἐπὶ τη̃ς γη̃ς καὶ τοὺς υἱοὺς αὐτω̃ν διδάξωσιν
11 καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως του̃ οὐρανου̃ σκότος γνόφος θύελλα φωνὴ μεγάλη
12 καὶ ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐκ μέσου του̃ πυρός φωνὴν ῥημάτων ὑμει̃ς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ' ἢ φωνήν
13 καὶ ἀνήγγειλεν ὑμι̃ν τὴν διαθήκην αὐτου̃ ἣν ἐνετείλατο ὑμι̃ν ποιει̃ν τὰ δέκα ῥήματα καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας
14 καὶ ἐμοὶ ἐνετείλατο κύριος ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ διδάξαι ὑμα̃ς δικαιώματα καὶ κρίσεις ποιει̃ν αὐτὰ ὑμα̃ς ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς εἰσπορεύεσθε ἐκει̃ κληρονομει̃ν αὐτήν
15 καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμω̃ν ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐν Χωρηβ ἐν τω̨̃ ὄρει ἐκ μέσου του̃ πυρός
16 μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμι̃ν ἑαυτοι̃ς γλυπτὸν ὁμοίωμα πα̃σαν εἰκόνα ὁμοίωμα ἀρσενικου̃ ἢ θηλυκου̃
17 ὁμοίωμα παντὸς κτήνους τω̃ν ὄντων ἐπὶ τη̃ς γη̃ς ὁμοίωμα παντὸς ὀρνέου πτερωτου̃ ὃ πέταται ὑπὸ τὸν οὐρανόν
18 ὁμοίωμα παντὸς ἑρπετου̃ ὃ ἕρπει ἐπὶ τη̃ς γη̃ς ὁμοίωμα παντὸς ἰχθύος ὅσα ἐστὶν ἐν τοι̃ς ὕδασιν ὑποκάτω τη̃ς γη̃ς
19 καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον του̃ οὐρανου̃ πλανηθεὶς προσκυνήση̨ς αὐτοι̃ς καὶ λατρεύση̨ς αὐτοι̃ς ἃ ἀπένειμεν κύριος ὁ θεός σου αὐτὰ πα̃σιν τοι̃ς ἔθνεσιν τοι̃ς ὑποκάτω του̃ οὐρανου̃
20 ὑμα̃ς δὲ ἔλαβεν ὁ θεὸς καὶ ἐξήγαγεν ὑμα̃ς ἐκ τη̃ς καμίνου τη̃ς σιδηρα̃ς ἐξ Αἰγύπτου εἰ̃ναι αὐτω̨̃ λαὸν ἔγκληρον ὡς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨
21 καὶ κύριος ἐθυμώθη μοι περὶ τω̃ν λεγομένων ὑφ' ὑμω̃ν καὶ ὤμοσεν ἵνα μὴ διαβω̃ τὸν Ιορδάνην του̃τον καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς δίδωσίν σοι ἐν κλήρω̨
22 ἐγὼ γὰρ ἀποθνή̨σκω ἐν τη̨̃ γη̨̃ ταύτη̨ καὶ οὐ διαβαίνω τὸν Ιορδάνην του̃τον ὑμει̃ς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γη̃ν τὴν ἀγαθὴν ταύτην
23 προσέχετε ὑμει̃ς μὴ ἐπιλάθησθε τὴν διαθήκην κυρίου του̃ θεου̃ ὑμω̃ν ἣν διέθετο πρὸς ὑμα̃ς καὶ ποιήσητε ὑμι̃ν ἑαυτοι̃ς γλυπτὸν ὁμοίωμα πάντων ὡ̃ν συνέταξεν κύριος ὁ θεός σου
24 ὅτι κύριος ὁ θεός σου πυ̃ρ καταναλίσκον ἐστίν θεὸς ζηλωτής
25 ἐὰν δὲ γεννήση̨ς υἱοὺς καὶ υἱοὺς τω̃ν υἱω̃ν σου καὶ χρονίσητε ἐπὶ τη̃ς γη̃ς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν παροργίσαι αὐτόν
26 διαμαρτύρομαι ὑμι̃ν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γη̃ν ὅτι ἀπωλεία̨ ἀπολει̃σθε ἀπὸ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν οὐχὶ πολυχρονιει̃τε ἡμέρας ἐπ' αὐτη̃ς ἀλλ' ἢ ἐκτριβη̨̃ ἐκτριβήσεσθε
27 καὶ διασπερει̃ κύριος ὑμα̃ς ἐν πα̃σιν τοι̃ς ἔθνεσιν καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμω̨̃ ἐν τοι̃ς ἔθνεσιν εἰς οὓς εἰσάξει κύριος ὑμα̃ς ἐκει̃
28 καὶ λατρεύσετε ἐκει̃ θεοι̃ς ἑτέροις ἔργοις χειρω̃ν ἀνθρώπων ξύλοις καὶ λίθοις οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθω̃σιν
29 καὶ ζητήσετε ἐκει̃ κύριον τὸν θεὸν ὑμω̃ν καὶ εὑρήσετε ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου ἐν τη̨̃ θλίψει σου
30 καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὑ̃τοι ἐπ' ἐσχάτω̨ τω̃ν ἡμερω̃ν καὶ ἐπιστραφήση̨ πρὸς κύριον τὸν θεόν σου καὶ εἰσακούση̨ τη̃ς φωνη̃ς αὐτου̃
31 ὅτι θεὸς οἰκτίρμων κύριος ὁ θεός σου οὐκ ἐγκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψει σε οὐκ ἐπιλήσεται τὴν διαθήκην τω̃ν πατέρων σου ἣν ὤμοσεν αὐτοι̃ς
32 ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἔκτισεν ὁ θεὸς ἄνθρωπον ἐπὶ τη̃ς γη̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ οὐρανου̃ ἕως ἄκρου του̃ οὐρανου̃ εἰ γέγονεν κατὰ τὸ ῥη̃μα τὸ μέγα του̃το εἰ ἤκουσται τοιου̃το
33 εἰ ἀκήκοεν ἔθνος φωνὴν θεου̃ ζω̃ντος λαλου̃ντος ἐκ μέσου του̃ πυρός ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας
34 εἰ ἐπείρασεν ὁ θεὸς εἰσελθὼν λαβει̃ν ἑαυτω̨̃ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμω̨̃ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν πολέμω̨ καὶ ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐν ὁράμασιν μεγάλοις κατὰ πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν ἐν Αἰγύπτω̨ ἐνώπιόν σου βλέποντος
35 ὥστε εἰδη̃σαί σε ὅτι κύριος ὁ θεός σου οὑ̃τος θεός ἐστιν καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτου̃
36 ἐκ του̃ οὐρανου̃ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτου̃ παιδευ̃σαί σε καὶ ἐπὶ τη̃ς γη̃ς ἔδειξέν σοι τὸ πυ̃ρ αὐτου̃ τὸ μέγα καὶ τὰ ῥήματα αὐτου̃ ἤκουσας ἐκ μέσου του̃ πυρός
37 διὰ τὸ ἀγαπη̃σαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτω̃ν μετ' αὐτοὺς ὑμα̃ς καὶ ἐξήγαγέν σε αὐτὸς ἐν τη̨̃ ἰσχύι αὐτου̃ τη̨̃ μεγάλη̨ ἐξ Αἰγύπτου
38 ἐξολεθρευ̃σαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου εἰσαγαγει̃ν σε δου̃ναί σοι τὴν γη̃ν αὐτω̃ν κληρονομει̃ν καθὼς ἔχεις σήμερον
39 καὶ γνώση̨ σήμερον καὶ ἐπιστραφήση̨ τη̨̃ διανοία̨ ὅτι κύριος ὁ θεός σου οὑ̃τος θεὸς ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ ἐπὶ τη̃ς γη̃ς κάτω καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτου̃
40 καὶ φυλάξη̨ τὰ δικαιώματα αὐτου̃ καὶ τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὐ̃ σοι γένηται καὶ τοι̃ς υἱοι̃ς σου μετὰ σέ ὅπως μακροήμεροι γένησθε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας
41 τότε ἀφώρισεν Μωυση̃ς τρει̃ς πόλεις πέραν του̃ Ιορδάνου ἀπὸ ἀνατολω̃ν ἡλίου
42 φυγει̃ν ἐκει̃ τὸν φονευτήν ὃς ἂν φονεύση̨ τὸν πλησίον οὐκ εἰδὼς καὶ οὑ̃τος οὐ μισω̃ν αὐτὸν πρὸ τη̃ς ἐχθὲς καὶ τρίτης καὶ καταφεύξεται εἰς μίαν τω̃ν πόλεων τούτων καὶ ζήσεται
43 τὴν Βοσορ ἐν τη̨̃ ἐρήμω̨ ἐν τη̨̃ γη̨̃ τη̨̃ πεδινη̨̃ τω̨̃ Ρουβην καὶ τὴν Ραμωθ ἐν Γαλααδ τω̨̃ Γαδδι καὶ τὴν Γαυλων ἐν Βασαν τω̨̃ Μανασση
44 οὑ̃τος ὁ νόμος ὃν παρέθετο Μωυση̃ς ἐνώπιον υἱω̃ν Ισραηλ
45 ταυ̃τα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου
46 ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν φάραγγι ἐγγὺς οἴκου Φογωρ ἐν γη̨̃ Σηων βασιλέως τω̃ν Αμορραίων ὃς κατώ̨κει ἐν Εσεβων οὓς ἐπάταξεν Μωυση̃ς καὶ οἱ υἱοὶ Ισραηλ ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου
47 καὶ ἐκληρονόμησαν τὴν γη̃ν αὐτου̃ καὶ τὴν γη̃ν Ωγ βασιλέως τη̃ς Βασαν δύο βασιλέων τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου κατ' ἀνατολὰς ἡλίου
48 ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ του̃ χείλους χειμάρρου Αρνων καὶ ἐπὶ του̃ ὄρους του̃ Σηων ὅ ἐστιν Αερμων
49 πα̃σαν τὴν Αραβα πέραν του̃ Ιορδάνου κατ' ἀνατολὰς ἡλίου ὑπὸ Ασηδωθ τὴν λαξευτήν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).