ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ,
κεφαλίς 7,
στἰχοι 18-20
18 οὐ φοβηθήση̨ αὐτούς μνεία̨ μνησθήση̨ ὅσα ἐποίησεν κύριος ὁ θεός σου τω̨̃ Φαραω καὶ πα̃σι τοι̃ς Αἰγυπτίοις |
19 τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου τὰ σημει̃α καὶ τὰ τέρατα τὰ μεγάλα ἐκει̃να τὴν χει̃ρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν ὡς ἐξήγαγέν σε κύριος ὁ θεός σου οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμω̃ν πα̃σιν τοι̃ς ἔθνεσιν οὓς σὺ φοβη̨̃ ἀπὸ προσώπου αὐτω̃ν |
20 καὶ τὰς σφηκίας ἀποστελει̃ κύριος ὁ θεός σου εἰς αὐτούς ἕως ἂν ἐκτριβω̃σιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.