Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 4

καὶ ἐπέστρεψα ἐγὼ καὶ εἰ̃δον σὺν πάσας τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον καὶ ἰδοὺ δάκρυον τω̃ν συκοφαντουμένων καὶ οὐκ ἔστιν αὐτοι̃ς παρακαλω̃ν καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς καὶ οὐκ ἔστιν αὐτοι̃ς παρακαλω̃ν
καὶ ἐπή̨νεσα ἐγὼ σὺν τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζω̃ντας ὅσοι αὐτοὶ ζω̃σιν ἕως του̃ νυ̃ν
καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο ὃς οὐκ εἰ̃δεν σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον
καὶ εἰ̃δον ἐγὼ σὺν πάντα τὸν μόχθον καὶ σὺν πα̃σαν ἀνδρείαν του̃ ποιήματος ὅτι αὐτὸ ζη̃λος ἀνδρὸς ἀπὸ του̃ ἑταίρου αὐτου̃ καί γε του̃το ματαιότης καὶ προαίρεσις πνεύματος
ὁ ἄφρων περιέλαβεν τὰς χει̃ρας αὐτου̃ καὶ ἔφαγεν τὰς σάρκας αὐτου̃
ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πλήρωμα δύο δρακω̃ν μόχθου καὶ προαιρέσεως πνεύματος
καὶ ἐπέστρεψα ἐγὼ καὶ εἰ̃δον ματαιότητα ὑπὸ τὸν ἥλιον
ἔστιν εἱ̃ς καὶ οὐκ ἔστιν δεύτερος καί γε υἱὸς καὶ ἀδελφὸς οὐκ ἔστιν αὐτω̨̃ καὶ οὐκ ἔστιν περασμὸς τω̨̃ παντὶ μόχθω̨ αὐτου̃ καί γε ὀφθαλμὸς αὐτου̃ οὐκ ἐμπίπλαται πλούτου καὶ τίνι ἐγὼ μοχθω̃ καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης καί γε του̃το ματαιότης καὶ περισπασμὸς πονηρός ἐστιν
ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα οἱ̃ς ἔστιν αὐτοι̃ς μισθὸς ἀγαθὸς ἐν μόχθω̨ αὐτω̃ν
10 ὅτι ἐὰν πέσωσιν ὁ εἱ̃ς ἐγερει̃ τὸν μέτοχον αὐτου̃ καὶ οὐαὶ αὐτω̨̃ τω̨̃ ἑνί ὅταν πέση̨ καὶ μὴ ἠ̨̃ δεύτερος του̃ ἐγει̃ραι αὐτόν
11 καί γε ἐὰν κοιμηθω̃σιν δύο καὶ θέρμη αὐτοι̃ς καὶ ὁ εἱ̃ς πω̃ς θερμανθη̨̃
12 καὶ ἐὰν ἐπικραταιωθη̨̃ ὁ εἱ̃ς οἱ δύο στήσονται κατέναντι αὐτου̃ καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται
13 ἀγαθὸς παι̃ς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα ὃς οὐκ ἔγνω του̃ προσέχειν ἔτι
14 ὅτι ἐξ οἴκου τω̃ν δεσμίων ἐξελεύσεται του̃ βασιλευ̃σαι ὅτι καί γε ἐν βασιλεία̨ αὐτου̃ ἐγεννήθη πένης
15 εἰ̃δον σὺν πάντας τοὺς ζω̃ντας τοὺς περιπατου̃ντας ὑπὸ τὸν ἥλιον μετὰ του̃ νεανίσκου του̃ δευτέρου ὃς στήσεται ἀντ' αὐτου̃
16 οὐκ ἔστιν περασμὸς τω̨̃ παντὶ λαω̨̃ τοι̃ς πα̃σιν ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτω̃ν καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτω̨̃ ὅτι καί γε του̃το ματαιότης καὶ προαίρεσις πνεύματος
17 φύλαξον πόδα σου ἐν ὡ̨̃ ἐὰν πορεύη̨ εἰς οἰ̃κον του̃ θεου̃ καὶ ἐγγὺς του̃ ἀκούειν ὑπὲρ δόμα τω̃ν ἀφρόνων θυσία σου ὅτι οὔκ εἰσιν εἰδότες του̃ ποιη̃σαι κακόν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).