ΕΚΚΛΗΣΙΑΣΤΗΣ,
κεφαλίς 6,
στἰχοι 1-6
1 ἔστιν πονηρία ἣν εἰ̃δον ὑπὸ τὸν ἥλιον καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον |
2 ἀνήρ ὡ̨̃ δώσει αὐτω̨̃ ὁ θεὸς πλου̃τον καὶ ὑπάρχοντα καὶ δόξαν καὶ οὐκ ἔστιν ὑστερω̃ν τη̨̃ ψυχη̨̃ αὐτου̃ ἀπὸ πάντων ὡ̃ν ἐπιθυμήσει καὶ οὐκ ἐξουσιάσει αὐτω̨̃ ὁ θεὸς του̃ φαγει̃ν ἀπ' αὐτου̃ ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν του̃το ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν |
3 ἐὰν γεννήση̨ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται καὶ πλη̃θος ὅ τι ἔσονται ἡμέραι ἐτω̃ν αὐτου̃ καὶ ψυχὴ αὐτου̃ οὐκ ἐμπλησθήσεται ἀπὸ τη̃ς ἀγαθωσύνης καί γε ταφὴ οὐκ ἐγένετο αὐτω̨̃ εἰ̃πα ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα |
4 ὅτι ἐν ματαιότητι ἠ̃λθεν καὶ ἐν σκότει πορεύεται καὶ ἐν σκότει ὄνομα αὐτου̃ καλυφθήσεται |
5 καί γε ἥλιον οὐκ εἰ̃δεν καὶ οὐκ ἔγνω ἀνάπαυσις τούτω̨ ὑπὲρ του̃τον |
6 καὶ εἰ ἔζησεν χιλίων ἐτω̃ν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἰ̃δεν μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.