Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ, κεφαλίς 4

παρακαλω̃ οὐ̃ν ὑμα̃ς ἐγὼ ὁ δέσμιος ἐν κυρίω̨ ἀξίως περιπατη̃σαι τη̃ς κλήσεως ἡ̃ς ἐκλήθητε
μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπη̨
σπουδάζοντες τηρει̃ν τὴν ἑνότητα του̃ πνεύματος ἐν τω̨̃ συνδέσμω̨ τη̃ς εἰρήνης
ἓν σω̃μα καὶ ἓν πνευ̃μα καθὼς καὶ ἐκλήθητε ἐν μια̨̃ ἐλπίδι τη̃ς κλήσεως ὑμω̃ν
εἱ̃ς κύριος μία πίστις ἓν βάπτισμα
εἱ̃ς θεòς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πα̃σιν
ἑνὶ δὲ ἑκάστω̨ ἡμω̃ν ἐδόθη ἡ χάρις κατὰ τò μέτρον τη̃ς δωρεα̃ς του̃ Χριστου̃
διò λέγει ἀναβὰς εἰς ὕψος ἠ̨χμαλώτευσεν αἰχμαλωσίαν ἔδωκεν δόματα τοι̃ς ἀνθρώποις
τò δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τη̃ς γη̃ς
10 ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τω̃ν οὐρανω̃ν ἵνα πληρώση̨ τὰ πάντα
11 καὶ αὐτòς ἔδωκεν τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας τοὺς δὲ εὐαγγελιστάς τοὺς δὲ ποιμένας καὶ διδασκάλους
12 πρòς τòν καταρτισμòν τω̃ν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν του̃ σώματος του̃ Χριστου̃
13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τη̃ς πίστεως καὶ τη̃ς ἐπιγνώσεως του̃ υἱου̃ του̃ θεου̃ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας του̃ πληρώματος του̃ Χριστου̃
14 ἵνα μηκέτι ὠ̃μεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμω̨ τη̃ς διδασκαλίας ἐν τη̨̃ κυβεία̨ τω̃ν ἀνθρώπων ἐν πανουργία̨ πρòς τὴν μεθοδείαν τη̃ς πλάνης
15 ἀληθεύοντες δὲ ἐν ἀγάπη̨ αὐξήσωμεν εἰς αὐτòν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή Χριστός
16 ἐξ οὑ̃ πα̃ν τò σω̃μα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφη̃ς τη̃ς ἐπιχορηγίας κατ' ἐνέργειαν ἐν μέτρω̨ ἑνòς ἑκάστου μέρους τὴν αὔξησιν του̃ σώματος ποιει̃ται εἰς οἰκοδομὴν ἑαυτου̃ ἐν ἀγάπη̨
17 του̃το οὐ̃ν λέγω καὶ μαρτύρομαι ἐν κυρίω̨ μηκέτι ὑμα̃ς περιπατει̃ν καθὼς καὶ τὰ ἔθνη περιπατει̃ ἐν ματαιότητι του̃ νοòς αὐτω̃ν
18 ἐσκοτωμένοι τη̨̃ διανοία̨ ὄντες ἀπηλλοτριωμένοι τη̃ς ζωη̃ς του̃ θεου̃ διὰ τὴν ἄγνοιαν τὴν οὐ̃σαν ἐν αὐτοι̃ς διὰ τὴν πώρωσιν τη̃ς καρδίας αὐτω̃ν
19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τη̨̃ ἀσελγεία̨ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξία̨
20 ὑμει̃ς δὲ οὐχ οὕτως ἐμάθετε τòν Χριστόν
21 εἴ γε αὐτòν ἠκούσατε καὶ ἐν αὐτω̨̃ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τω̨̃ ’Ιησου̃
22 ἀποθέσθαι ὑμα̃ς κατὰ τὴν προτέραν ἀναστροφὴν τòν παλαιòν ἄνθρωπον τòν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τη̃ς ἀπάτης
23 ἀνανεου̃σθαι δὲ τω̨̃ πνεύματι του̃ νοòς ὑμω̃ν
24 καὶ ἐνδύσασθαι τòν καινòν ἄνθρωπον τòν κατὰ θεòν κτισθέντα ἐν δικαιοσύνη̨ καὶ ὁσιότητι τη̃ς ἀληθείας
25 διò ἀποθέμενοι τò ψευ̃δος λαλει̃τε ἀλήθειαν ἕκαστος μετὰ του̃ πλησίον αὐτου̃ ὅτι ἐσμὲν ἀλλήλων μέλη
26 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τω̨̃ παροργισμω̨̃ ὑμω̃ν
27 μηδὲ δίδοτε τόπον τω̨̃ διαβόλω̨
28 ὁ κλέπτων μηκέτι κλεπτέτω μα̃λλον δὲ κοπιάτω ἐργαζόμενος ται̃ς ἰδίαις χερσὶν τò ἀγαθόν ἵνα ἔχη̨ μεταδιδόναι τω̨̃ χρείαν ἔχοντι
29 πα̃ς λόγος σαπρòς ἐκ του̃ στόματος ὑμω̃ν μὴ ἐκπορευέσθω ἀλλὰ εἴ τις ἀγαθòς πρòς οἰκοδομὴν τη̃ς χρείας ἵνα δω̨̃ χάριν τοι̃ς ἀκούουσιν
30 καὶ μὴ λυπει̃τε τò πνευ̃μα τò ἅγιον του̃ θεου̃ ἐν ὡ̨̃ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως
31 πα̃σα πικρία καὶ θυμòς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμω̃ν σὺν πάση̨ κακία̨
32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοι̃ς καθὼς καὶ ὁ θεòς ἐν Χριστω̨̃ ἐχαρίσατο ὑμι̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).