Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ, κεφαλίς 5

1 γίνεσθε οὐ̃ν μιμηταὶ του̃ θεου̃ ὡς τέκνα ἀγαπητά
2 καὶ περιπατει̃τε ἐν ἀγάπη̨ καθὼς καὶ ὁ Χριστòς ἠγάπησεν ἡμα̃ς καὶ παρέδωκεν ἑαυτòν ὑπὲρ ἡμω̃ν προσφορὰν καὶ θυσίαν τω̨̃ θεω̨̃ εἰς ὀσμὴν εὐωδίας
3 πορνεία δὲ καὶ ἀκαθαρσία πα̃σα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμι̃ν καθὼς πρέπει ἁγίοις
4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία ἃ οὐκ ἀνη̃κεν ἀλλὰ μα̃λλον εὐχαριστία
5 του̃το γὰρ ἴστε γινώσκοντες ὅτι πα̃ς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης ὅ ἐστιν εἰδωλολάτρης οὐκ ἔχει κληρονομίαν ἐν τη̨̃ βασιλεία̨ του̃ Χριστου̃ καὶ θεου̃
6 μηδεὶς ὑμα̃ς ἀπατάτω κενοι̃ς λόγοις διὰ ταυ̃τα γὰρ ἔρχεται ἡ ὀργὴ του̃ θεου̃ ἐπὶ τοὺς υἱοὺς τη̃ς ἀπειθείας
7 μὴ οὐ̃ν γίνεσθε συμμέτοχοι αὐτω̃ν
8 ἠ̃τε γάρ ποτε σκότος νυ̃ν δὲ φω̃ς ἐν κυρίω̨ ὡς τέκνα φωτòς περιπατει̃τε
9 ὁ γὰρ καρπòς του̃ φωτòς ἐν πάση̨ ἀγαθωσύνη̨ καὶ δικαιοσύνη̨ καὶ ἀληθεία̨
10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τω̨̃ κυρίω̨
11 καὶ μὴ συγκοινωνει̃τε τοι̃ς ἔργοις τοι̃ς ἀκάρποις του̃ σκότους μα̃λλον δὲ καὶ ἐλέγχετε
12 τὰ γὰρ κρυφη̨̃ γινόμενα ὑπ' αὐτω̃ν αἰσχρόν ἐστιν καὶ λέγειν
13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπò του̃ φωτòς φανερου̃ται
14 πα̃ν γὰρ τò φανερούμενον φω̃ς ἐστιν διò λέγει ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τω̃ν νεκρω̃ν καὶ ἐπιφαύσει σοι ὁ Χριστός
15 βλέπετε οὐ̃ν ἀκριβω̃ς πω̃ς περιπατει̃τε μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί
16 ἐξαγοραζόμενοι τòν καιρόν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν
17 διὰ του̃το μὴ γίνεσθε ἄφρονες ἀλλὰ συνίετε τί τò θέλημα του̃ κυρίου
18 καὶ μὴ μεθύσκεσθε οἴνω̨ ἐν ὡ̨̃ ἐστιν ἀσωτία ἀλλὰ πληρου̃σθε ἐν πνεύματι
19 λαλου̃ντες ἑαυτοι̃ς ἐν ψαλμοι̃ς καὶ ὕμνοις καὶ ὠ̨δαι̃ς πνευματικαι̃ς ἄ̨δοντες καὶ ψάλλοντες τη̨̃ καρδία̨ ὑμω̃ν τω̨̃ κυρίω̨
20 εὐχαριστου̃ντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ τω̨̃ θεω̨̃ καὶ πατρί
21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβω̨ Χριστου̃
22 αἱ γυναι̃κες τοι̃ς ἰδίοις ἀνδράσιν ὡς τω̨̃ κυρίω̨
23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τη̃ς γυναικòς ὡς καὶ ὁ Χριστòς κεφαλὴ τη̃ς ἐκκλησίας αὐτòς σωτὴρ του̃ σώματος
24 ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τω̨̃ Χριστω̨̃ οὕτως καὶ αἱ γυναι̃κες τοι̃ς ἀνδράσιν ἐν παντί
25 οἱ ἄνδρες ἀγαπα̃τε τὰς γυναι̃κας καθὼς καὶ ὁ Χριστòς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτòν παρέδωκεν ὑπὲρ αὐτη̃ς
26 ἵνα αὐτὴν ἁγιάση̨ καθαρίσας τω̨̃ λουτρω̨̃ του̃ ὕδατος ἐν ῥήματι
27 ἵνα παραστήση̨ αὐτòς ἑαυτω̨̃ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τω̃ν τοιούτων ἀλλ' ἵνα ἠ̨̃ ἁγία καὶ ἄμωμος
28 οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπα̃ν τὰς ἑαυτω̃ν γυναι̃κας ὡς τὰ ἑαυτω̃ν σώματα ὁ ἀγαπω̃ν τὴν ἑαυτου̃ γυναι̃κα ἑαυτòν ἀγαπα̨̃
29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτου̃ σάρκα ἐμίσησεν ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν καθὼς καὶ ὁ Χριστòς τὴν ἐκκλησίαν
30 ὅτι μέλη ἐσμὲν του̃ σώματος αὐτου̃
31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τòν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρòς τὴν γυναι̃κα αὐτου̃ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
32 τò μυστήριον του̃το μέγα ἐστίν ἐγὼ δὲ λέγω εἰς Χριστòν καὶ εἰς τὴν ἐκκλησίαν
33 πλὴν καὶ ὑμει̃ς οἱ καθ' ἕνα ἕκαστος τὴν ἑαυτου̃ γυναι̃κα οὕτως ἀγαπάτω ὡς ἑαυτόν ἡ δὲ γυνὴ ἵνα φοβη̃ται τòν ἄνδρα

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ, κεφαλίς 6

1 τὰ τέκνα ὑπακούετε τοι̃ς γονευ̃σιν ὑμω̃ν ἐν κυρίω̨ του̃το γάρ ἐστιν δίκαιον
2 τίμα τòν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελία̨
3 ἵνα εὐ̃ σοι γένηται καὶ ἔση̨ μακροχρόνιος ἐπὶ τη̃ς γη̃ς
4 καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμω̃ν ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδεία̨ καὶ νουθεσία̨ κυρίου
5 οἱ δου̃λοι ὑπακούετε τοι̃ς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τη̃ς καρδίας ὑμω̃ν ὡς τω̨̃ Χριστω̨̃
6 μὴ κατ' ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ' ὡς δου̃λοι Χριστου̃ ποιου̃ντες τò θέλημα του̃ θεου̃ ἐκ ψυχη̃ς
7 μετ' εὐνοίας δουλεύοντες ὡς τω̨̃ κυρίω̨ καὶ οὐκ ἀνθρώποις
8 εἰδότες ὅτι ἕκαστος ἐάν τι ποιήση̨ ἀγαθόν του̃το κομίσεται παρὰ κυρίου εἴτε δου̃λος εἴτε ἐλεύθερος
9 καὶ οἱ κύριοι τὰ αὐτὰ ποιει̃τε πρòς αὐτούς ἀνιέντες τὴν ἀπειλήν εἰδότες ὅτι καὶ αὐτω̃ν καὶ ὑμω̃ν ὁ κύριός ἐστιν ἐν οὐρανοι̃ς καὶ προσωπολημψία οὐκ ἔστιν παρ' αὐτω̨̃
10 του̃ λοιπου̃ ἐνδυναμου̃σθε ἐν κυρίω̨ καὶ ἐν τω̨̃ κράτει τη̃ς ἰσχύος αὐτου̃
11 ἐνδύσασθε τὴν πανοπλίαν του̃ θεου̃ πρòς τò δύνασθαι ὑμα̃ς στη̃ναι πρòς τὰς μεθοδείας του̃ διαβόλου
12 ὅτι οὐκ ἔστιν ἡμι̃ν ἡ πάλη πρòς αἱ̃μα καὶ σάρκα ἀλλὰ πρòς τὰς ἀρχάς πρòς τὰς ἐξουσίας πρòς τοὺς κοσμοκράτορας του̃ σκότους τούτου πρòς τὰ πνευματικὰ τη̃ς πονηρίας ἐν τοι̃ς ἐπουρανίοις
13 διὰ του̃το ἀναλάβετε τὴν πανοπλίαν του̃ θεου̃ ἵνα δυνηθη̃τε ἀντιστη̃ναι ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ πονηρα̨̃ καὶ ἅπαντα κατεργασάμενοι στη̃ναι
14 στη̃τε οὐ̃ν περιζωσάμενοι τὴν ὀσφὺν ὑμω̃ν ἐν ἀληθεία̨ καὶ ἐνδυσάμενοι τòν θώρακα τη̃ς δικαιοσύνης
15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασία̨ του̃ εὐαγγελίου τη̃ς εἰρήνης
16 ἐν πα̃σιν ἀναλαβόντες τòν θυρεòν τη̃ς πίστεως ἐν ὡ̨̃ δυνήσεσθε πάντα τὰ βέλη του̃ πονηρου̃ τὰ πεπυρωμένα σβέσαι
17 καὶ τὴν περικεφαλαίαν του̃ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν του̃ πνεύματος ὅ ἐστιν ῥη̃μα θεου̃
18 διὰ πάσης προσευχη̃ς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρω̨̃ ἐν πνεύματι καὶ εἰς αὐτò ἀγρυπνου̃ντες ἐν πάση̨ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τω̃ν ἁγίων
19 καὶ ὑπὲρ ἐμου̃ ἵνα μοι δοθη̨̃ λόγος ἐν ἀνοίξει του̃ στόματός μου ἐν παρρησία̨ γνωρίσαι τò μυστήριον του̃ εὐαγγελίου
20 ὑπὲρ οὑ̃ πρεσβεύω ἐν ἁλύσει ἵνα ἐν αὐτω̨̃ παρρησιάσωμαι ὡς δει̃ με λαλη̃σαι
21 ἵνα δὲ εἰδη̃τε καὶ ὑμει̃ς τὰ κατ' ἐμέ τί πράσσω πάντα γνωρίσει ὑμι̃ν τυχικòς ὁ ἀγαπητòς ἀδελφòς καὶ πιστòς διάκονος ἐν κυρίω̨
22 ὃν ἔπεμψα πρòς ὑμα̃ς εἰς αὐτò του̃το ἵνα γνω̃τε τὰ περὶ ἡμω̃ν καὶ παρακαλέση̨ τὰς καρδίας ὑμω̃ν
23 εἰρήνη τοι̃ς ἀδελφοι̃ς καὶ ἀγάπη μετὰ πίστεως ἀπò θεου̃ πατρòς καὶ κυρίου ’Ιησου̃ Χριστου̃
24 ἡ χάρις μετὰ πάντων τω̃ν ἀγαπώντων τòν κύριον ἡμω̃ν ’Ιησου̃ν Χριστòν ἐν ἀφθαρσία̨
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).