ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ,
κεφαλίς 5,
στἰχοι 22-32
22 αἱ γυναι̃κες τοι̃ς ἰδίοις ἀνδράσιν ὡς τω̨̃ κυρίω̨ |
23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τη̃ς γυναικòς ὡς καὶ ὁ Χριστòς κεφαλὴ τη̃ς ἐκκλησίας αὐτòς σωτὴρ του̃ σώματος |
24 ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τω̨̃ Χριστω̨̃ οὕτως καὶ αἱ γυναι̃κες τοι̃ς ἀνδράσιν ἐν παντί |
25 οἱ ἄνδρες ἀγαπα̃τε τὰς γυναι̃κας καθὼς καὶ ὁ Χριστòς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτòν παρέδωκεν ὑπὲρ αὐτη̃ς |
26 ἵνα αὐτὴν ἁγιάση̨ καθαρίσας τω̨̃ λουτρω̨̃ του̃ ὕδατος ἐν ῥήματι |
27 ἵνα παραστήση̨ αὐτòς ἑαυτω̨̃ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τω̃ν τοιούτων ἀλλ' ἵνα ἠ̨̃ ἁγία καὶ ἄμωμος |
28 οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπα̃ν τὰς ἑαυτω̃ν γυναι̃κας ὡς τὰ ἑαυτω̃ν σώματα ὁ ἀγαπω̃ν τὴν ἑαυτου̃ γυναι̃κα ἑαυτòν ἀγαπα̨̃ |
29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτου̃ σάρκα ἐμίσησεν ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν καθὼς καὶ ὁ Χριστòς τὴν ἐκκλησίαν |
30 ὅτι μέλη ἐσμὲν του̃ σώματος αὐτου̃ |
31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τòν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρòς τὴν γυναι̃κα αὐτου̃ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν |
32 τò μυστήριον του̃το μέγα ἐστίν ἐγὼ δὲ λέγω εἰς Χριστòν καὶ εἰς τὴν ἐκκλησίαν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.