Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΣΘΗΡ, κεφαλίς 4

ὁ δὲ Μαρδοχαι̃ος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδὸν καὶ ἐκπηδήσας διὰ τη̃ς πλατείας τη̃ς πόλεως ἐβόα φωνη̨̃ μεγάλη̨ αἴρεται ἔθνος μηδὲν ἠδικηκός
καὶ ἠ̃λθεν ἕως τη̃ς πύλης του̃ βασιλέως καὶ ἔστη οὐ γὰρ ἠ̃ν ἐξὸν αὐτω̨̃ εἰσελθει̃ν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν
καὶ ἐν πάση̨ χώρα̨ οὑ̃ ἐξετίθετο τὰ γράμματα κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοι̃ς Ιουδαίοις σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοι̃ς
καὶ εἰση̃λθον αἱ ἅβραι καὶ οἱ εὐνου̃χοι τη̃ς βασιλίσσης καὶ ἀνήγγειλαν αὐτη̨̃ καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονὸς καὶ ἀπέστειλεν στολίσαι τὸν Μαρδοχαι̃ον καὶ ἀφελέσθαι αὐτου̃ τὸν σάκκον ὁ δὲ οὐκ ἐπείσθη
ἡ δὲ Εσθηρ προσεκαλέσατο Αχραθαι̃ον τὸν εὐνου̃χον αὐτη̃ς ὃς παρειστήκει αὐτη̨̃ καὶ ἀπέστειλεν μαθει̃ν αὐτη̨̃ παρὰ του̃ Μαρδοχαίου τὸ ἀκριβές
...
ὁ δὲ Μαρδοχαι̃ος ὑπέδειξεν αὐτω̨̃ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο Αμαν τω̨̃ βασιλει̃ εἰς τὴν γάζαν ταλάντων μυρίων ἵνα ἀπολέση̨ τοὺς Ιουδαίους
καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ του̃ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτω̨̃ δει̃ξαι τη̨̃ Εσθηρ καὶ εἰ̃πεν αὐτω̨̃ ἐντείλασθαι αὐτη̨̃ εἰσελθούση̨ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιω̃σαι αὐτὸν περὶ του̃ λαου̃ μνησθει̃σα ἡμερω̃ν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου διότι Αμαν ὁ δευτερεύων τω̨̃ βασιλει̃ ἐλάλησεν καθ' ἡμω̃ν εἰς θάνατον ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τω̨̃ βασιλει̃ περὶ ἡμω̃ν καὶ ῥυ̃σαι ἡμα̃ς ἐκ θανάτου
εἰσελθὼν δὲ ὁ Αχραθαι̃ος ἐλάλησεν αὐτη̨̃ πάντας τοὺς λόγους τούτους
10 εἰ̃πεν δὲ Εσθηρ πρὸς Αχραθαι̃ον πορεύθητι πρὸς Μαρδοχαι̃ον καὶ εἰπὸν ὅτι
11 τὰ ἔθνη πάντα τη̃ς βασιλείας γινώσκει ὅτι πα̃ς ἄνθρωπος ἢ γυνή ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος οὐκ ἔστιν αὐτω̨̃ σωτηρία πλὴν ὡ̨̃ ἐκτείνει ὁ βασιλεὺς τὴν χρυση̃ν ῥάβδον οὑ̃τος σωθήσεται κἀγὼ οὐ κέκλημαι εἰσελθει̃ν πρὸς τὸν βασιλέα εἰσὶν αὑ̃ται ἡμέραι τριάκοντα
12 καὶ ἀπήγγειλεν Αχραθαι̃ος Μαρδοχαίω̨ πάντας τοὺς λόγους Εσθηρ
13 καὶ εἰ̃πεν Μαρδοχαι̃ος πρὸς Αχραθαι̃ον πορεύθητι καὶ εἰπὸν αὐτη̨̃ Εσθηρ μὴ εἴπη̨ς σεαυτη̨̃ ὅτι σωθήση̨ μόνη ἐν τη̨̃ βασιλεία̨ παρὰ πάντας τοὺς Ιουδαίους
14 ὡς ὅτι ἐὰν παρακούση̨ς ἐν τούτω̨ τω̨̃ καιρω̨̃ ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοι̃ς Ιουδαίοις σὺ δὲ καὶ ὁ οἰ̃κος του̃ πατρός σου ἀπολει̃σθε καὶ τίς οἰ̃δεν εἰ εἰς τὸν καιρὸν του̃τον ἐβασίλευσας
15 καὶ ἐξαπέστειλεν Εσθηρ τὸν ἥκοντα πρὸς αὐτὴν πρὸς Μαρδοχαι̃ον λέγουσα
16 βαδίσας ἐκκλησίασον τοὺς Ιουδαίους τοὺς ἐν Σούσοις καὶ νηστεύσατε ἐπ' ἐμοὶ καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρει̃ς νύκτα καὶ ἡμέραν κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον ἐὰν καὶ ἀπολέσθαι με ἠ̨̃
17 καὶ βαδίσας Μαρδοχαι̃ος ἐποίησεν ὅσα ἐνετείλατο αὐτω̨̃ Εσθηρ
Читать далее:ΕΣΘΗΡ, κεφαλίς 5
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).