ΕΞΟΔΟΣ,
κεφαλίς 11
1 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἔτι μίαν πληγὴν ἐπάξω ἐπὶ Φαραω καὶ ἐπ' Αἴγυπτον καὶ μετὰ ταυ̃τα ἐξαποστελει̃ ὑμα̃ς ἐντευ̃θεν ὅταν δὲ ἐξαποστέλλη̨ ὑμα̃ς σὺν παντὶ ἐκβαλει̃ ὑμα̃ς ἐκβολη̨̃ |
2 λάλησον οὐ̃ν κρυφη̨̃ εἰς τὰ ὠ̃τα του̃ λαου̃ καὶ αἰτησάτω ἕκαστος παρὰ του̃ πλησίον καὶ γυνὴ παρὰ τη̃ς πλησίον σκεύη ἀργυρα̃ καὶ χρυσα̃ καὶ ἱματισμόν |
3 κύριος δὲ ἔδωκεν τὴν χάριν τω̨̃ λαω̨̃ αὐτου̃ ἐναντίον τω̃ν Αἰγυπτίων καὶ ἔχρησαν αὐτοι̃ς καὶ ὁ ἄνθρωπος Μωυση̃ς μέγας ἐγενήθη σφόδρα ἐναντίον τω̃ν Αἰγυπτίων καὶ ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τω̃ν θεραπόντων αὐτου̃ |
4 καὶ εἰ̃πεν Μωυση̃ς τάδε λέγει κύριος περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου |
5 καὶ τελευτήσει πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἀπὸ πρωτοτόκου Φαραω ὃς κάθηται ἐπὶ του̃ θρόνου καὶ ἕως πρωτοτόκου τη̃ς θεραπαίνης τη̃ς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους |
6 καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πα̃σαν γη̃ν Αἰγύπτου ἥτις τοιαύτη οὐ γέγονεν καὶ τοιαύτη οὐκέτι προστεθήσεται |
7 καὶ ἐν πα̃σι τοι̃ς υἱοι̃ς Ισραηλ οὐ γρύξει κύων τη̨̃ γλώσση̨ αὐτου̃ ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅπως εἰδη̨̃ς ὅσα παραδοξάσει κύριος ἀνὰ μέσον τω̃ν Αἰγυπτίων καὶ του̃ Ισραηλ |
8 καὶ καταβήσονται πάντες οἱ παι̃δές σου οὑ̃τοι πρός με καὶ προκυνήσουσίν με λέγοντες ἔξελθε σὺ καὶ πα̃ς ὁ λαός σου οὑ̃ σὺ ἀφηγη̨̃ καὶ μετὰ ταυ̃τα ἐξελεύσομαι ἐξη̃λθεν δὲ Μωυση̃ς ἀπὸ Φαραω μετὰ θυμου̃ |
9 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν οὐκ εἰσακούσεται ὑμω̃ν Φαραω ἵνα πληθύνων πληθύνω μου τὰ σημει̃α καὶ τὰ τέρατα ἐν γη̨̃ Αἰγύπτω̨ |
10 Μωυση̃ς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημει̃α καὶ τὰ τέρατα ταυ̃τα ἐν γη̨̃ Αἰγύπτω̨ ἐναντίον Φαραω ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἠθέλησεν ἐξαποστει̃λαι τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.