Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 13

εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν λέγων
ἁγίασόν μοι πα̃ν πρωτότοκον πρωτογενὲς διανοι̃γον πα̃σαν μήτραν ἐν τοι̃ς υἱοι̃ς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοί ἐστιν
εἰ̃πεν δὲ Μωυση̃ς πρὸς τὸν λαόν μνημονεύετε τὴν ἡμέραν ταύτην ἐν ἡ̨̃ ἐξήλθατε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας ἐν γὰρ χειρὶ κραταια̨̃ ἐξήγαγεν ὑμα̃ς κύριος ἐντευ̃θεν καὶ οὐ βρωθήσεται ζύμη
ἐν γὰρ τη̨̃ σήμερον ὑμει̃ς ἐκπορεύεσθε ἐν μηνὶ τω̃ν νέων
καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγη̨ σε κύριος ὁ θεός σου εἰς τὴν γη̃ν τω̃ν Χαναναίων καὶ Χετταίων καὶ Ευαίων καὶ Γεργεσαίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων ἣν ὤμοσεν τοι̃ς πατράσιν σου δου̃ναί σοι γη̃ν ῥέουσαν γάλα καὶ μέλι καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τω̨̃ μηνὶ τούτω̨
ἓξ ἡμέρας ἔδεσθε ἄζυμα τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἑορτὴ κυρίου
ἄζυμα ἔδεσθε τὰς ἑπτὰ ἡμέρας οὐκ ὀφθήσεταί σοι ζυμωτόν οὐδὲ ἔσται σοι ζύμη ἐν πα̃σιν τοι̃ς ὁρίοις σου
καὶ ἀναγγελει̃ς τω̨̃ υἱω̨̃ σου ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων διὰ του̃το ἐποίησεν κύριος ὁ θεός μοι ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου
καὶ ἔσται σοι σημει̃ον ἐπὶ τη̃ς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμω̃ν σου ὅπως ἂν γένηται ὁ νόμος κυρίου ἐν τω̨̃ στόματί σου ἐν γὰρ χειρὶ κραταια̨̃ ἐξήγαγέν σε κύριος ὁ θεὸς ἐξ Αἰγύπτου
10 καὶ φυλάξεσθε τὸν νόμον του̃τον κατὰ καιροὺς ὡρω̃ν ἀφ' ἡμερω̃ν εἰς ἡμέρας
11 καὶ ἔσται ὡς ἂν εἰσαγάγη̨ σε κύριος ὁ θεός σου εἰς τὴν γη̃ν τω̃ν Χαναναίων ὃν τρόπον ὤμοσεν τοι̃ς πατράσιν σου καὶ δώσει σοι αὐτήν
12 καὶ ἀφελει̃ς πα̃ν διανοι̃γον μήτραν τὰ ἀρσενικά τω̨̃ κυρίω̨ πα̃ν διανοι̃γον μήτραν ἐκ τω̃ν βουκολίων ἢ ἐν τοι̃ς κτήνεσίν σου ὅσα ἐὰν γένηταί σοι τὰ ἀρσενικά ἁγιάσεις τω̨̃ κυρίω̨
13 πα̃ν διανοι̃γον μήτραν ὄνου ἀλλάξεις προβάτω̨ ἐὰν δὲ μὴ ἀλλάξη̨ς λυτρώση̨ αὐτό πα̃ν πρωτότοκον ἀνθρώπου τω̃ν υἱω̃ν σου λυτρώση̨
14 ἐὰν δὲ ἐρωτήση̨ σε ὁ υἱός σου μετὰ ταυ̃τα λέγων τί του̃το καὶ ἐρει̃ς αὐτω̨̃ ὅτι ἐν χειρὶ κραταια̨̃ ἐξήγαγεν ἡμα̃ς κύριος ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας
15 ἡνίκα δὲ ἐσκλήρυνεν Φαραω ἐξαποστει̃λαι ἡμα̃ς ἀπέκτεινεν πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνω̃ν διὰ του̃το ἐγὼ θύω τω̨̃ κυρίω̨ πα̃ν διανοι̃γον μήτραν τὰ ἀρσενικά καὶ πα̃ν πρωτότοκον τω̃ν υἱω̃ν μου λυτρώσομαι
16 καὶ ἔσται εἰς σημει̃ον ἐπὶ τη̃ς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμω̃ν σου ἐν γὰρ χειρὶ κραταια̨̃ ἐξήγαγέν σε κύριος ἐξ Αἰγύπτου
17 ὡς δὲ ἐξαπέστειλεν Φαραω τὸν λαόν οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γη̃ς Φυλιστιιμ ὅτι ἐγγὺς ἠ̃ν εἰ̃πεν γὰρ ὁ θεός μήποτε μεταμελήση̨ τω̨̃ λαω̨̃ ἰδόντι πόλεμον καὶ ἀποστρέψη̨ εἰς Αἴγυπτον
18 καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον εἰς τὴν ἐρυθρὰν θάλασσαν πέμπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ ἐκ γη̃ς Αἰγύπτου
19 καὶ ἔλαβεν Μωυση̃ς τὰ ὀστα̃ Ιωσηφ μεθ' ἑαυτου̃ ὅρκω̨ γὰρ ὥρκισεν Ιωσηφ τοὺς υἱοὺς Ισραηλ λέγων ἐπισκοπη̨̃ ἐπισκέψεται ὑμα̃ς κύριος καὶ συνανοίσετέ μου τὰ ὀστα̃ ἐντευ̃θεν μεθ' ὑμω̃ν
20 ἐξάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Σοκχωθ ἐστρατοπέδευσαν ἐν Οθομ παρὰ τὴν ἔρημον
21 ὁ δὲ θεὸς ἡγει̃το αὐτω̃ν ἡμέρας μὲν ἐν στύλω̨ νεφέλης δει̃ξαι αὐτοι̃ς τὴν ὁδόν τὴν δὲ νύκτα ἐν στύλω̨ πυρός
22 οὐκ ἐξέλιπεν ὁ στυ̃λος τη̃ς νεφέλης ἡμέρας καὶ ὁ στυ̃λος του̃ πυρὸς νυκτὸς ἐναντίον παντὸς του̃ λαου̃
Читать далее:ΕΞΟΔΟΣ, κεφαλίς 14
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).