Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 17

καὶ ἀπη̃ρεν πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ ἐκ τη̃ς ἐρήμου Σιν κατὰ παρεμβολὰς αὐτω̃ν διὰ ῥήματος κυρίου καὶ παρενεβάλοσαν ἐν Ραφιδιν οὐκ ἠ̃ν δὲ ὕδωρ τω̨̃ λαω̨̃ πιει̃ν
καὶ ἐλοιδορει̃το ὁ λαὸς πρὸς Μωυση̃ν λέγοντες δὸς ἡμι̃ν ὕδωρ ἵνα πίωμεν καὶ εἰ̃πεν αὐτοι̃ς Μωυση̃ς τί λοιδορει̃σθέ μοι καὶ τί πειράζετε κύριον
ἐδίψησεν δὲ ἐκει̃ ὁ λαὸς ὕδατι καὶ ἐγόγγυζεν ἐκει̃ ὁ λαὸς πρὸς Μωυση̃ν λέγοντες ἵνα τί του̃το ἀνεβίβασας ἡμα̃ς ἐξ Αἰγύπτου ἀποκτει̃ναι ἡμα̃ς καὶ τὰ τέκνα ἡμω̃ν καὶ τὰ κτήνη τω̨̃ δίψει
ἐβόησεν δὲ Μωυση̃ς πρὸς κύριον λέγων τί ποιήσω τω̨̃ λαω̨̃ τούτω̨ ἔτι μικρὸν καὶ καταλιθοβολήσουσίν με
καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν προπορεύου του̃ λαου̃ τούτου λαβὲ δὲ μετὰ σεαυτου̃ ἀπὸ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ τὴν ῥάβδον ἐν ἡ̨̃ ἐπάταξας τὸν ποταμόν λαβὲ ἐν τη̨̃ χειρί σου καὶ πορεύση̨
ὅδε ἐγὼ ἕστηκα πρὸ του̃ σὲ ἐκει̃ ἐπὶ τη̃ς πέτρας ἐν Χωρηβ καὶ πατάξεις τὴν πέτραν καὶ ἐξελεύσεται ἐξ αὐτη̃ς ὕδωρ καὶ πίεται ὁ λαός μου ἐποίησεν δὲ Μωυση̃ς οὕτως ἐναντίον τω̃ν υἱω̃ν Ισραηλ
καὶ ἐπωνόμασεν τὸ ὄνομα του̃ τόπου ἐκείνου πειρασμὸς καὶ λοιδόρησις διὰ τὴν λοιδορίαν τω̃ν υἱω̃ν Ισραηλ καὶ διὰ τὸ πειράζειν κύριον λέγοντας εἰ ἔστιν κύριος ἐν ἡμι̃ν ἢ οὔ
ἠ̃λθεν δὲ Αμαληκ καὶ ἐπολέμει Ισραηλ ἐν Ραφιδιν
εἰ̃πεν δὲ Μωυση̃ς τω̨̃ 'Ιησου̃ ἐπίλεξον σεαυτω̨̃ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τω̨̃ Αμαληκ αὔριον καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τη̃ς κορυφη̃ς του̃ βουνου̃ καὶ ἡ ῥάβδος του̃ θεου̃ ἐν τη̨̃ χειρί μου
10 καὶ ἐποίησεν 'Ιησου̃ς καθάπερ εἰ̃πεν αὐτω̨̃ Μωυση̃ς καὶ ἐξελθὼν παρετάξατο τω̨̃ Αμαληκ καὶ Μωυση̃ς καὶ Ααρων καὶ Ωρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν του̃ βουνου̃
11 καὶ ἐγίνετο ὅταν ἐπη̃ρεν Μωυση̃ς τὰς χει̃ρας κατίσχυεν Ισραηλ ὅταν δὲ καθη̃κεν τὰς χει̃ρας κατίσχυεν Αμαληκ
12 αἱ δὲ χει̃ρες Μωυση̃ βαρει̃αι καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ' αὐτόν καὶ ἐκάθητο ἐπ' αὐτου̃ καὶ Ααρων καὶ Ωρ ἐστήριζον τὰς χει̃ρας αὐτου̃ ἐντευ̃θεν εἱ̃ς καὶ ἐντευ̃θεν εἱ̃ς καὶ ἐγένοντο αἱ χει̃ρες Μωυση̃ ἐστηριγμέναι ἕως δυσμω̃ν ἡλίου
13 καὶ ἐτρέψατο 'Ιησου̃ς τὸν Αμαληκ καὶ πάντα τὸν λαὸν αὐτου̃ ἐν φόνω̨ μαχαίρας
14 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν κατάγραψον του̃το εἰς μνημόσυνον ἐν βιβλίω̨ καὶ δὸς εἰς τὰ ὠ̃τα 'Ιησοι̃ ὅτι ἀλοιφη̨̃ ἐξαλείψω τὸ μνημόσυνον Αμαληκ ἐκ τη̃ς ὑπὸ τὸν οὐρανόν
15 καὶ ὠ̨κοδόμησεν Μωυση̃ς θυσιαστήριον κυρίω̨ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ κύριός μου καταφυγή
16 ὅτι ἐν χειρὶ κρυφαία̨ πολεμει̃ κύριος ἐπὶ Αμαληκ ἀπὸ γενεω̃ν εἰς γενεάς
Читать далее:ΕΞΟΔΟΣ, κεφαλίς 18
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).