Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 19

του̃ δὲ μηνὸς του̃ τρίτου τη̃ς ἐξόδου τω̃ν υἱω̃ν Ισραηλ ἐκ γη̃ς Αἰγύπτου τη̨̃ ἡμέρα̨ ταύτη̨ ἤλθοσαν εἰς τὴν ἔρημον του̃ Σινα
καὶ ἐξη̃ραν ἐκ Ραφιδιν καὶ ἤλθοσαν εἰς τὴν ἔρημον του̃ Σινα καὶ παρενέβαλεν ἐκει̃ Ισραηλ κατέναντι του̃ ὄρους
καὶ Μωυση̃ς ἀνέβη εἰς τὸ ὄρος του̃ θεου̃ καὶ ἐκάλεσεν αὐτὸν ὁ θεὸς ἐκ του̃ ὄρους λέγων τάδε ἐρει̃ς τω̨̃ οἴκω̨ Ιακωβ καὶ ἀναγγελει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ
αὐτοὶ ἑωράκατε ὅσα πεποίηκα τοι̃ς Αἰγυπτίοις καὶ ἀνέλαβον ὑμα̃ς ὡσεὶ ἐπὶ πτερύγων ἀετω̃ν καὶ προσηγαγόμην ὑμα̃ς πρὸς ἐμαυτόν
καὶ νυ̃ν ἐὰν ἀκοη̨̃ ἀκούσητε τη̃ς ἐμη̃ς φωνη̃ς καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τω̃ν ἐθνω̃ν ἐμὴ γάρ ἐστιν πα̃σα ἡ γη̃
ὑμει̃ς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταυ̃τα τὰ ῥήματα ἐρει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ
ἠ̃λθεν δὲ Μωυση̃ς καὶ ἐκάλεσεν τοὺς πρεσβυτέρους του̃ λαου̃ καὶ παρέθηκεν αὐτοι̃ς πάντας τοὺς λόγους τούτους οὓς συνέταξεν αὐτω̨̃ ὁ θεός
ἀπεκρίθη δὲ πα̃ς ὁ λαὸς ὁμοθυμαδὸν καὶ εἰ̃παν πάντα ὅσα εἰ̃πεν ὁ θεός ποιήσομεν καὶ ἀκουσόμεθα ἀνήνεγκεν δὲ Μωυση̃ς τοὺς λόγους του̃ λαου̃ πρὸς τὸν θεόν
εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλω̨ νεφέλης ἵνα ἀκούση̨ ὁ λαὸς λαλου̃ντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰω̃να ἀνήγγειλεν δὲ Μωυση̃ς τὰ ῥήματα του̃ λαου̃ πρὸς κύριον
10 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καταβὰς διαμάρτυραι τω̨̃ λαω̨̃ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον καὶ πλυνάτωσαν τὰ ἱμάτια
11 καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην τη̨̃ γὰρ ἡμέρα̨ τη̨̃ τρίτη̨ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐναντίον παντὸς του̃ λαου̃
12 καὶ ἀφοριει̃ς τὸν λαὸν κύκλω̨ λέγων προσέχετε ἑαυτοι̃ς του̃ ἀναβη̃ναι εἰς τὸ ὄρος καὶ θιγει̃ν τι αὐτου̃ πα̃ς ὁ ἁψάμενος του̃ ὄρους θανάτω̨ τελευτήσει
13 οὐχ ἅψεται αὐτου̃ χείρ ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται ἐάν τε κτη̃νος ἐάν τε ἄνθρωπος οὐ ζήσεται ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθη̨ ἀπὸ του̃ ὄρους ἐκει̃νοι ἀναβήσονται ἐπὶ τὸ ὄρος
14 κατέβη δὲ Μωυση̃ς ἐκ του̃ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς καὶ ἔπλυναν τὰ ἱμάτια
15 καὶ εἰ̃πεν τω̨̃ λαω̨̃ γίνεσθε ἕτοιμοι τρει̃ς ἡμέρας μὴ προσέλθητε γυναικί
16 ἐγένετο δὲ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ γενηθέντος πρὸς ὄρθρον καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπ' ὄρους Σινα φωνὴ τη̃ς σάλπιγγος ἤχει μέγα καὶ ἐπτοήθη πα̃ς ὁ λαὸς ὁ ἐν τη̨̃ παρεμβολη̨̃
17 καὶ ἐξήγαγεν Μωυση̃ς τὸν λαὸν εἰς συνάντησιν του̃ θεου̃ ἐκ τη̃ς παρεμβολη̃ς καὶ παρέστησαν ὑπὸ τὸ ὄρος
18 τὸ δὲ ὄρος τὸ Σινα ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ' αὐτὸ τὸν θεὸν ἐν πυρί καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου καὶ ἐξέστη πα̃ς ὁ λαὸς σφόδρα
19 ἐγίνοντο δὲ αἱ φωναὶ τη̃ς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα Μωυση̃ς ἐλάλει ὁ δὲ θεὸς ἀπεκρίνατο αὐτω̨̃ φωνη̨̃
20 κατέβη δὲ κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐπὶ τὴν κορυφὴν του̃ ὄρους καὶ ἐκάλεσεν κύριος Μωυση̃ν ἐπὶ τὴν κορυφὴν του̃ ὄρους καὶ ἀνέβη Μωυση̃ς
21 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Μωυση̃ν λέγων καταβὰς διαμάρτυραι τω̨̃ λαω̨̃ μήποτε ἐγγίσωσιν πρὸς τὸν θεὸν κατανοη̃σαι καὶ πέσωσιν ἐξ αὐτω̃ν πλη̃θος
22 καὶ οἱ ἱερει̃ς οἱ ἐγγίζοντες κυρίω̨ τω̨̃ θεω̨̃ ἁγιασθήτωσαν μήποτε ἀπαλλάξη̨ ἀπ' αὐτω̃ν κύριος
23 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς τὸν θεόν οὐ δυνήσεται ὁ λαὸς προσαναβη̃ναι πρὸς τὸ ὄρος τὸ Σινα σὺ γὰρ διαμεμαρτύρησαι ἡμι̃ν λέγων ἀφόρισαι τὸ ὄρος καὶ ἁγίασαι αὐτό
24 εἰ̃πεν δὲ αὐτω̨̃ κύριος βάδιζε κατάβηθι καὶ ἀνάβηθι σὺ καὶ Ααρων μετὰ σου̃ οἱ δὲ ἱερει̃ς καὶ ὁ λαὸς μὴ βιαζέσθωσαν ἀναβη̃ναι πρὸς τὸν θεόν μήποτε ἀπολέση̨ ἀπ' αὐτω̃ν κύριος
25 κατέβη δὲ Μωυση̃ς πρὸς τὸν λαὸν καὶ εἰ̃πεν αὐτοι̃ς
Читать далее:ΕΞΟΔΟΣ, κεφαλίς 20
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).