Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 21

καὶ ταυ̃τα τὰ δικαιώματα ἃ παραθήσεις ἐνώπιον αὐτω̃ν
ἐὰν κτήση̨ παι̃δα Εβραι̃ον ἓξ ἔτη δουλεύσει σοι τω̨̃ δὲ ἑβδόμω̨ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν
ἐὰν αὐτὸς μόνος εἰσέλθη̨ καὶ μόνος ἐξελεύσεται ἐὰν δὲ γυνὴ συνεισέλθη̨ μετ' αὐτου̃ ἐξελεύσεται καὶ ἡ γυνὴ μετ' αὐτου̃
ἐὰν δὲ ὁ κύριος δω̨̃ αὐτω̨̃ γυναι̃κα καὶ τέκη̨ αὐτω̨̃ υἱοὺς ἢ θυγατέρας ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τω̨̃ κυρίω̨ αὐτου̃ αὐτὸς δὲ μόνος ἐξελεύσεται
ἐὰν δὲ ἀποκριθεὶς εἴπη̨ ὁ παι̃ς ἠγάπηκα τὸν κύριόν μου καὶ τὴν γυναι̃κα καὶ τὰ παιδία οὐκ ἀποτρέχω ἐλεύθερος
προσάξει αὐτὸν ὁ κύριος αὐτου̃ πρὸς τὸ κριτήριον του̃ θεου̃ καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμόν καὶ τρυπήσει αὐτου̃ ὁ κύριος τὸ οὐ̃ς τω̨̃ ὀπητίω̨ καὶ δουλεύσει αὐτω̨̃ εἰς τὸν αἰω̃να
ἐὰν δέ τις ἀποδω̃ται τὴν ἑαυτου̃ θυγατέρα οἰκέτιν οὐκ ἀπελεύσεται ὥσπερ ἀποτρέχουσιν αἱ δου̃λαι
ἐὰν μὴ εὐαρεστήση̨ τω̨̃ κυρίω̨ αὐτη̃ς ἣν αὑτω̨̃ καθωμολογήσατο ἀπολυτρώσει αὐτήν ἔθνει δὲ ἀλλοτρίω̨ οὐ κύριός ἐστιν πωλει̃ν αὐτήν ὅτι ἠθέτησεν ἐν αὐτη̨̃
ἐὰν δὲ τω̨̃ υἱω̨̃ καθομολογήσηται αὐτήν κατὰ τὸ δικαίωμα τω̃ν θυγατέρων ποιήσει αὐτη̨̃
10 ἐὰν δὲ ἄλλην λάβη̨ ἑαυτω̨̃ τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτη̃ς οὐκ ἀποστερήσει
11 ἐὰν δὲ τὰ τρία ταυ̃τα μὴ ποιήση̨ αὐτη̨̃ ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου
12 ἐὰν δὲ πατάξη̨ τίς τινα καὶ ἀποθάνη̨ θανάτω̨ θανατούσθω
13 ὁ δὲ οὐχ ἑκών ἀλλὰ ὁ θεὸς παρέδωκεν εἰς τὰς χει̃ρας αὐτου̃ δώσω σοι τόπον οὑ̃ φεύξεται ἐκει̃ ὁ φονεύσας
14 ἐὰν δέ τις ἐπιθη̃ται τω̨̃ πλησίον ἀποκτει̃ναι αὐτὸν δόλω̨ καὶ καταφύγη̨ ἀπὸ του̃ θυσιαστηρίου μου λήμψη̨ αὐτὸν θανατω̃σαι
15 ὃς τύπτει πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ θανάτω̨ θανατούσθω
16 ὁ κακολογω̃ν πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ τελευτήσει θανάτω̨
17 ὃς ἐὰν κλέψη̨ τίς τινα τω̃ν υἱω̃ν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδω̃ται καὶ εὑρεθη̨̃ ἐν αὐτω̨̃ θανάτω̨ τελευτάτω
18 ἐὰν δὲ λοιδορω̃νται δύο ἄνδρες καὶ πατάξη̨ τις τὸν πλησίον λίθω̨ ἢ πυγμη̨̃ καὶ μὴ ἀποθάνη̨ κατακλιθη̨̃ δὲ ἐπὶ τὴν κοίτην
19 ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήση̨ ἔξω ἐπὶ ῥάβδου ἀθω̨̃ος ἔσται ὁ πατάξας πλὴν τη̃ς ἀργίας αὐτου̃ ἀποτείσει καὶ τὰ ἰατρει̃α
20 ἐὰν δέ τις πατάξη̨ τὸν παι̃δα αὐτου̃ ἢ τὴν παιδίσκην αὐτου̃ ἐν ῥάβδω̨ καὶ ἀποθάνη̨ ὑπὸ τὰς χει̃ρας αὐτου̃ δίκη̨ ἐκδικηθήτω
21 ἐὰν δὲ διαβιώση̨ ἡμέραν μίαν ἢ δύο οὐκ ἐκδικηθήσεται τὸ γὰρ ἀργύριον αὐτου̃ ἐστιν
22 ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσιν γυναι̃κα ἐν γαστρὶ ἔχουσαν καὶ ἐξέλθη̨ τὸ παιδίον αὐτη̃ς μὴ ἐξεικονισμένον ἐπιζήμιον ζημιωθήσεται καθότι ἂν ἐπιβάλη̨ ὁ ἀνὴρ τη̃ς γυναικός δώσει μετὰ ἀξιώματος
23 ἐὰν δὲ ἐξεικονισμένον ἠ̃ν δώσει ψυχὴν ἀντὶ ψυχη̃ς
24 ὀφθαλμὸν ἀντὶ ὀφθαλμου̃ ὀδόντα ἀντὶ ὀδόντος χει̃ρα ἀντὶ χειρός πόδα ἀντὶ ποδός
25 κατάκαυμα ἀντὶ κατακαύματος τραυ̃μα ἀντὶ τραύματος μώλωπα ἀντὶ μώλωπος
26 ἐὰν δέ τις πατάξη̨ τὸν ὀφθαλμὸν του̃ οἰκέτου αὐτου̃ ἢ τὸν ὀφθαλμὸν τη̃ς θεραπαίνης αὐτου̃ καὶ ἐκτυφλώση̨ ἐλευθέρους ἐξαποστελει̃ αὐτοὺς ἀντὶ του̃ ὀφθαλμου̃ αὐτω̃ν
27 ἐὰν δὲ τὸν ὀδόντα του̃ οἰκέτου ἢ τὸν ὀδόντα τη̃ς θεραπαίνης αὐτου̃ ἐκκόψη̨ ἐλευθέρους ἐξαποστελει̃ αὐτοὺς ἀντὶ του̃ ὀδόντος αὐτω̃ν
28 ἐὰν δὲ κερατίση̨ ταυ̃ρος ἄνδρα ἢ γυναι̃κα καὶ ἀποθάνη̨ λίθοις λιθοβοληθήσεται ὁ ταυ̃ρος καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτου̃ ὁ δὲ κύριος του̃ ταύρου ἀθω̨̃ος ἔσται
29 ἐὰν δὲ ὁ ταυ̃ρος κερατιστὴς ἠ̨̃ πρὸ τη̃ς ἐχθὲς καὶ πρὸ τη̃ς τρίτης καὶ διαμαρτύρωνται τω̨̃ κυρίω̨ αὐτου̃ καὶ μὴ ἀφανίση̨ αὐτόν ἀνέλη̨ δὲ ἄνδρα ἢ γυναι̃κα ὁ ταυ̃ρος λιθοβοληθήσεται καὶ ὁ κύριος αὐτου̃ προσαποθανει̃ται
30 ἐὰν δὲ λύτρα ἐπιβληθη̨̃ αὐτω̨̃ δώσει λύτρα τη̃ς ψυχη̃ς αὐτου̃ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτω̨̃
31 ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίση̨ κατὰ τὸ δικαίωμα του̃το ποιήσουσιν αὐτω̨̃
32 ἐὰν δὲ παι̃δα κερατίση̨ ὁ ταυ̃ρος ἢ παιδίσκην ἀργυρίου τριάκοντα δίδραχμα δώσει τω̨̃ κυρίω̨ αὐτω̃ν καὶ ὁ ταυ̃ρος λιθοβοληθήσεται
33 ἐὰν δέ τις ἀνοίξη̨ λάκκον ἢ λατομήση̨ λάκκον καὶ μὴ καλύψη̨ αὐτόν καὶ ἐμπέση̨ ἐκει̃ μόσχος ἢ ὄνος
34 ὁ κύριος του̃ λάκκου ἀποτείσει ἀργύριον δώσει τω̨̃ κυρίω̨ αὐτω̃ν τὸ δὲ τετελευτηκὸς αὐτω̨̃ ἔσται
35 ἐὰν δὲ κερατίση̨ τινὸς ταυ̃ρος τὸν ταυ̃ρον του̃ πλησίον καὶ τελευτήση̨ ἀποδώσονται τὸν ταυ̃ρον τὸν ζω̃ντα καὶ διελου̃νται τὸ ἀργύριον αὐτου̃ καὶ τὸν ταυ̃ρον τὸν τεθνηκότα διελου̃νται
36 ἐὰν δὲ γνωρίζηται ὁ ταυ̃ρος ὅτι κερατιστής ἐστιν πρὸ τη̃ς ἐχθὲς καὶ πρὸ τη̃ς τρίτης ἡμέρας καὶ διαμεμαρτυρημένοι ὠ̃σιν τω̨̃ κυρίω̨ αὐτου̃ καὶ μὴ ἀφανίση̨ αὐτόν ἀποτείσει ταυ̃ρον ἀντὶ ταύρου ὁ δὲ τετελευτηκὼς αὐτω̨̃ ἔσται
37 ἐὰν δέ τις κλέψη̨ μόσχον ἢ πρόβατον καὶ σφάξη̨ αὐτὸ ἢ ἀποδω̃ται πέντε μόσχους ἀποτείσει ἀντὶ του̃ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ του̃ προβάτου
Читать далее:ΕΞΟΔΟΣ, κεφαλίς 22
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).