Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 34,  στἰχοι 10-26

10 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἰδοὺ ἐγὼ τίθημί σοι διαθήκην ἐνώπιον παντὸς του̃ λαου̃ σου ποιήσω ἔνδοξα ἃ οὐ γέγονεν ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ ἐν παντὶ ἔθνει καὶ ὄψεται πα̃ς ὁ λαός ἐν οἱ̃ς εἰ̃ σύ τὰ ἔργα κυρίου ὅτι θαυμαστά ἐστιν ἃ ἐγὼ ποιήσω σοι
11 πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμω̃ν τὸν Αμορραι̃ον καὶ Χαναναι̃ον καὶ Χετται̃ον καὶ Φερεζαι̃ον καὶ Ευαι̃ον καὶ Γεργεσαι̃ον καὶ Ιεβουσαι̃ον
12 πρόσεχε σεαυτω̨̃ μήποτε θη̨̃ς διαθήκην τοι̃ς ἐγκαθημένοις ἐπὶ τη̃ς γη̃ς εἰς ἣν εἰσπορεύη̨ εἰς αὐτήν μή σοι γένηται πρόσκομμα ἐν ὑμι̃ν
13 τοὺς βωμοὺς αὐτω̃ν καθελει̃τε καὶ τὰς στήλας αὐτω̃ν συντρίψετε καὶ τὰ ἄλση αὐτω̃ν ἐκκόψετε καὶ τὰ γλυπτὰ τω̃ν θεω̃ν αὐτω̃ν κατακαύσετε ἐν πυρί
14 οὐ γὰρ μὴ προσκυνήσητε θεω̨̃ ἑτέρω̨ ὁ γὰρ κύριος ὁ θεὸς ζηλωτὸν ὄνομα θεὸς ζηλωτής ἐστιν
15 μήποτε θη̨̃ς διαθήκην τοι̃ς ἐγκαθημένοις πρὸς ἀλλοφύλους ἐπὶ τη̃ς γη̃ς καὶ ἐκπορνεύσωσιν ὀπίσω τω̃ν θεω̃ν αὐτω̃ν καὶ θύσωσι τοι̃ς θεοι̃ς αὐτω̃ν καὶ καλέσωσίν σε καὶ φάγη̨ς τω̃ν θυμάτων αὐτω̃ν
16 καὶ λάβη̨ς τω̃ν θυγατέρων αὐτω̃ν τοι̃ς υἱοι̃ς σου καὶ τω̃ν θυγατέρων σου δω̨̃ς τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τω̃ν θεω̃ν αὐτω̃ν καὶ ἐκπορνεύσωσιν τοὺς υἱούς σου ὀπίσω τω̃ν θεω̃ν αὐτω̃ν
17 καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτω̨̃
18 καὶ τὴν ἑορτὴν τω̃ν ἀζύμων φυλάξη̨ ἑπτὰ ἡμέρας φάγη̨ ἄζυμα καθάπερ ἐντέταλμαί σοι εἰς τὸν καιρὸν ἐν μηνὶ τω̃ν νέων ἐν γὰρ μηνὶ τω̃ν νέων ἐξη̃λθες ἐξ Αἰγύπτου
19 πα̃ν διανοι̃γον μήτραν ἐμοί τὰ ἀρσενικά πρωτότοκον μόσχου καὶ πρωτότοκον προβάτου
20 καὶ πρωτότοκον ὑποζυγίου λυτρώση̨ προβάτω̨ ἐὰν δὲ μὴ λυτρώση̨ αὐτό τιμὴν δώσεις πα̃ν πρωτότοκον τω̃ν υἱω̃ν σου λυτρώση̨ οὐκ ὀφθήση̨ ἐνώπιόν μου κενός
21 ἓξ ἡμέρας ἐργα̨̃ τη̨̃ δὲ ἑβδόμη̨ καταπαύσεις τω̨̃ σπόρω̨ καὶ τω̨̃ ἀμήτω̨ καταπαύσεις
22 καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι ἀρχὴν θερισμου̃ πυρω̃ν καὶ ἑορτὴν συναγωγη̃ς μεσου̃ντος του̃ ἐνιαυτου̃
23 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ὀφθήσεται πα̃ν ἀρσενικόν σου ἐνώπιον κυρίου του̃ θεου̃ Ισραηλ
24 ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου καὶ πλατύνω τὰ ὅριά σου οὐκ ἐπιθυμήσει οὐδεὶς τη̃ς γη̃ς σου ἡνίκα ἂν ἀναβαίνη̨ς ὀφθη̃ναι ἐναντίον κυρίου του̃ θεου̃ σου τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃
25 οὐ σφάξεις ἐπὶ ζύμη̨ αἱ̃μα θυμιαμάτων μου καὶ οὐ κοιμηθήσεται εἰς τὸ πρωὶ θύματα τη̃ς ἑορτη̃ς του̃ πασχα
26 τὰ πρωτογενήματα τη̃ς γη̃ς σου θήσεις εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃ σου οὐ προσοίσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτου̃
Читать далее:ΕΞΟΔΟΣ, κεφαλίς 34
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).