ΕΞΟΔΟΣ,
κεφαλίς 34,
στἰχοι 18-35
18 καὶ τὴν ἑορτὴν τω̃ν ἀζύμων φυλάξη̨ ἑπτὰ ἡμέρας φάγη̨ ἄζυμα καθάπερ ἐντέταλμαί σοι εἰς τὸν καιρὸν ἐν μηνὶ τω̃ν νέων ἐν γὰρ μηνὶ τω̃ν νέων ἐξη̃λθες ἐξ Αἰγύπτου |
19 πα̃ν διανοι̃γον μήτραν ἐμοί τὰ ἀρσενικά πρωτότοκον μόσχου καὶ πρωτότοκον προβάτου |
20 καὶ πρωτότοκον ὑποζυγίου λυτρώση̨ προβάτω̨ ἐὰν δὲ μὴ λυτρώση̨ αὐτό τιμὴν δώσεις πα̃ν πρωτότοκον τω̃ν υἱω̃ν σου λυτρώση̨ οὐκ ὀφθήση̨ ἐνώπιόν μου κενός |
21 ἓξ ἡμέρας ἐργα̨̃ τη̨̃ δὲ ἑβδόμη̨ καταπαύσεις τω̨̃ σπόρω̨ καὶ τω̨̃ ἀμήτω̨ καταπαύσεις |
22 καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι ἀρχὴν θερισμου̃ πυρω̃ν καὶ ἑορτὴν συναγωγη̃ς μεσου̃ντος του̃ ἐνιαυτου̃ |
23 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ὀφθήσεται πα̃ν ἀρσενικόν σου ἐνώπιον κυρίου του̃ θεου̃ Ισραηλ |
24 ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου καὶ πλατύνω τὰ ὅριά σου οὐκ ἐπιθυμήσει οὐδεὶς τη̃ς γη̃ς σου ἡνίκα ἂν ἀναβαίνη̨ς ὀφθη̃ναι ἐναντίον κυρίου του̃ θεου̃ σου τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ |
25 οὐ σφάξεις ἐπὶ ζύμη̨ αἱ̃μα θυμιαμάτων μου καὶ οὐ κοιμηθήσεται εἰς τὸ πρωὶ θύματα τη̃ς ἑορτη̃ς του̃ πασχα |
26 τὰ πρωτογενήματα τη̃ς γη̃ς σου θήσεις εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃ σου οὐ προσοίσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτου̃ |
27 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν γράψον σεαυτω̨̃ τὰ ῥήματα ταυ̃τα ἐπὶ γὰρ τω̃ν λόγων τούτων τέθειμαί σοι διαθήκην καὶ τω̨̃ Ισραηλ |
28 καὶ ἠ̃ν ἐκει̃ Μωυση̃ς ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐ̃κ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν καὶ ἔγραψεν τὰ ῥήματα ταυ̃τα ἐπὶ τω̃ν πλακω̃ν τη̃ς διαθήκης τοὺς δέκα λόγους |
29 ὡς δὲ κατέβαινεν Μωυση̃ς ἐκ του̃ ὄρους καὶ αἱ δύο πλάκες ἐπὶ τω̃ν χειρω̃ν Μωυση̃ καταβαίνοντος δὲ αὐτου̃ ἐκ του̃ ὄρους Μωυση̃ς οὐκ ἤ̨δει ὅτι δεδόξασται ἡ ὄψις του̃ χρώματος του̃ προσώπου αὐτου̃ ἐν τω̨̃ λαλει̃ν αὐτὸν αὐτω̨̃ |
30 καὶ εἰ̃δεν Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ τὸν Μωυση̃ν καὶ ἠ̃ν δεδοξασμένη ἡ ὄψις του̃ χρώματος του̃ προσώπου αὐτου̃ καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτου̃ |
31 καὶ ἐκάλεσεν αὐτοὺς Μωυση̃ς καὶ ἐπεστράφησαν πρὸς αὐτὸν Ααρων καὶ πάντες οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς καὶ ἐλάλησεν αὐτοι̃ς Μωυση̃ς |
32 καὶ μετὰ ταυ̃τα προση̃λθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐνετείλατο αὐτοι̃ς πάντα ὅσα ἐλάλησεν κύριος πρὸς αὐτὸν ἐν τω̨̃ ὄρει Σινα |
33 καὶ ἐπειδὴ κατέπαυσεν λαλω̃ν πρὸς αὐτούς ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτου̃ κάλυμμα |
34 ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωυση̃ς ἔναντι κυρίου λαλει̃ν αὐτω̨̃ περιη̨ρει̃το τὸ κάλυμμα ἕως του̃ ἐκπορεύεσθαι καὶ ἐξελθὼν ἐλάλει πα̃σιν τοι̃ς υἱοι̃ς Ισραηλ ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος |
35 καὶ εἰ̃δον οἱ υἱοὶ Ισραηλ τὸ πρόσωπον Μωυση̃ ὅτι δεδόξασται καὶ περιέθηκεν Μωυση̃ς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτου̃ ἕως ἂν εἰσέλθη̨ συλλαλει̃ν αὐτω̨̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.