ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 10,
στἰχοι 18-22
18 καὶ ἐξη̃λθεν δόξα κυρίου ἀπὸ του̃ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβιν |
19 καὶ ἀνέλαβον τὰ χερουβιν τὰς πτέρυγας αὐτω̃ν καὶ ἐμετεωρίσθησαν ἀπὸ τη̃ς γη̃ς ἐνώπιον ἐμου̃ ἐν τω̨̃ ἐξελθει̃ν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτω̃ν καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης οἴκου κυρίου τη̃ς ἀπέναντι καὶ δόξα θεου̃ Ισραηλ ἠ̃ν ἐπ' αὐτω̃ν ὑπεράνω |
20 του̃το τὸ ζω̨̃όν ἐστιν ὃ εἰ̃δον ὑποκάτω θεου̃ Ισραηλ ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ ἔγνων ὅτι χερουβιν ἐστίν |
21 τέσσαρα πρόσωπα τω̨̃ ἑνί καὶ ὀκτὼ πτέρυγες τω̨̃ ἑνί καὶ ὁμοίωμα χειρω̃ν ἀνθρώπου ὑποκάτωθεν τω̃ν πτερύγων αὐτω̃ν |
22 καὶ ὁμοίωσις τω̃ν προσώπων αὐτω̃ν ταυ̃τα τὰ πρόσωπά ἐστιν ἃ εἰ̃δον ὑποκάτω τη̃ς δόξης θεου̃ Ισραηλ ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτω̃ν ἐπορεύοντο |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.